LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Έξοδος (Exodus) 2 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Heb 11:23 )
Unchecked Copy BoxExo 2:1 - ἦν δέ τις ἐκ τῆς φυλῆς Λευι ὃς ἔλαβεν τῶν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν
Unchecked Copy BoxExo 2:2 - καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς
Unchecked Copy BoxExo 2:3 - ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτῷ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν
Unchecked Copy BoxExo 2:4 - καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ
Unchecked Copy BoxExo 2:5 - κατέβη δὲ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν
Unchecked Copy BoxExo 2:6 - ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ θυγάτηρ Φαραω καὶ ἔφη ἀπὸ τῶν παιδίων τῶν Εβραίων τοῦτο
Unchecked Copy BoxExo 2:7 - καὶ εἶπεν ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραω θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον
Unchecked Copy BoxExo 2:8 - δὲ εἶπεν αὐτῇ θυγάτηρ Φαραω πορεύου ἐλθοῦσα δὲ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου
Unchecked Copy BoxExo 2:9 - εἶπεν δὲ πρὸς αὐτὴν θυγάτηρ Φαραω διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό
Unchecked Copy BoxExo 2:10 - ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραω καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην
(Heb 11:24, 25 )
Unchecked Copy BoxExo 2:11 - ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ισραηλ
Unchecked Copy BoxExo 2:12 - περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ
Unchecked Copy BoxExo 2:13 - ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι διὰ τί σὺ τύπτεις τὸν πλησίον
Unchecked Copy BoxExo 2:14 - δὲ εἶπεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον ἐφοβήθη δὲ Μωυσῆς καὶ εἶπεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο
Unchecked Copy BoxExo 2:15 - ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ ἐλθὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος
Unchecked Copy BoxExo 2:16 - τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ
Unchecked Copy BoxExo 2:17 - παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν
Unchecked Copy BoxExo 2:18 - παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον
Unchecked Copy BoxExo 2:19 - αἱ δὲ εἶπαν ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν
Unchecked Copy BoxExo 2:20 - δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ καὶ ποῦ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὖν αὐτόν ὅπως φάγῃ ἄρτον
Unchecked Copy BoxExo 2:21 - κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα
Unchecked Copy BoxExo 2:22 - ἐν γαστρὶ δὲ λαβοῦσα γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ
Unchecked Copy BoxExo 2:23 - μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν βασιλεὺς Αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων
Unchecked Copy BoxExo 2:24 - καὶ εἰσήκουσεν θεὸς τὸν στεναγμὸν αὐτῶν καὶ ἐμνήσθη θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
Unchecked Copy BoxExo 2:25 - καὶ ἐπεῖδεν θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσθη αὐτοῖς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan