The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MARKONV (Mark) 7 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
(Mat 15:1–20 )
Unchecked Copy BoxMar 7:1 - Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων
Unchecked Copy BoxMar 7:2 - καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσίν τοῦτ᾽ ἔστιν ἀνίπτοις ἐσθίοντας ἄρτους ἐμέμψαντο
Unchecked Copy BoxMar 7:3 - οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων
Unchecked Copy BoxMar 7:4 - καὶ ἀπό ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν
Unchecked Copy BoxMar 7:5 - ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς Διὰ τι οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον
Unchecked Copy BoxMar 7:6 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν ὡς γέγραπται Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
Unchecked Copy BoxMar 7:7 - μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
Unchecked Copy BoxMar 7:8 - ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἀλλὰ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε
Unchecked Copy BoxMar 7:9 - Καὶ ἔλεγεν αὐτοῖς Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε
Unchecked Copy BoxMar 7:10 - Μωσῆς γὰρ εἶπεν Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου καί Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω
Unchecked Copy BoxMar 7:11 - ὑμεῖς δὲ λέγετε Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί Κορβᾶν ὅ ἐστιν Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
Unchecked Copy BoxMar 7:12 - καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρί αὐτοῦ,
Unchecked Copy BoxMar 7:13 - ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε
Unchecked Copy BoxMar 7:14 - Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς Ἀκούετέ μου πάντες καὶ συνίετε
Unchecked Copy BoxMar 7:15 - οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτόν κοινῶσαι ἀλλὰ τὰ ἐκπορευόμενά ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον
Unchecked Copy BoxMar 7:16 - Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω
Unchecked Copy BoxMar 7:17 - Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τὴς παραβολής
Unchecked Copy BoxMar 7:18 - καὶ λέγει αὐτοῖς Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι
Unchecked Copy BoxMar 7:19 - ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται καθαρίζον πάντα τὰ βρώματα
Unchecked Copy BoxMar 7:20 - ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον
Unchecked Copy BoxMar 7:21 - ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται μοιχεῖαι, πορνεῖαι φόνοι
Unchecked Copy BoxMar 7:22 - κλοπαί πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμὸς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη·
Unchecked Copy BoxMar 7:23 - πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον
(Mat 15:21–28 )
Unchecked Copy BoxMar 7:24 - καὶ Ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἤθελεν γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν·
Unchecked Copy BoxMar 7:25 - ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ ἡς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
Unchecked Copy BoxMar 7:26 - ἦν δὲ ἡ γυνὴ Ἑλληνίς Συροφοινίσσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς
Unchecked Copy BoxMar 7:27 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα οὐ γάρ καλὸν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
Unchecked Copy BoxMar 7:28 - ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ Ναὶ, Κύριε καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων
Unchecked Copy BoxMar 7:29 - καὶ εἶπεν αὐτῇ Διὰ τοῦτον τὸν λόγον ὕπαγε ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου
Unchecked Copy BoxMar 7:30 - καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατερα βεβλημένην ἐπὶ τὴς κλίνης
(Mat 15:29–31 )
Unchecked Copy BoxMar 7:31 - Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου Καὶ Σιδῶνος ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως
Unchecked Copy BoxMar 7:32 - καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα
Unchecked Copy BoxMar 7:33 - καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ
Unchecked Copy BoxMar 7:34 - καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ Εφφαθα ὅ ἐστιν Διανοίχθητι
Unchecked Copy BoxMar 7:35 - καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς
Unchecked Copy BoxMar 7:36 - καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο μᾶλλον περισσότερον ἐκήρυσσον
Unchecked Copy BoxMar 7:37 - καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες Καλῶς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization