The Blue Letter Bible
Copy Options
Cite Print
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Version Selector Up Arrow

Share this page using one of these tools:

facebook twitter

googleplus pinterest

reddit tumblr linkedin


Or email this page to a friend:

BLB Searches
Search the Bible
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  
 [?]

Advanced Options

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups: 'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

LexiConc
 [?]
 

Advanced Options

Exact Match
Beginning of the Word
Any Part of the Word
Theological FAQs
 [?]
 
Multi-Verse Retrieval
x
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Sort Canonically  Sort Canonically

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Let's Connect
x

Connect on Facebook Connect on Twitter Connect on Instagram Connect on Pinterest Connect on YouTube

Subscribe to our Newsletter

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MAQQAION (Matthew) 26 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface

Customize your font sizeIncrease your font sizeDecrease your font sizeReturn to default font size

Choose a Bible text color
Read the Bible in blackRead the Bible in dark blueRead the Bible in blue

Customize your text type
Arial font
Trebuchet MS font
Georgia font
Times New Roman font

Customize your Hebrew text type
SBL Hebrew font
Times New Roman font
Arial font

Customize your Greek text type
Gentium font
Times New Roman font
Arial font

Close font preferences
Listen to the Bible

Unchecked Copy BoxMat 26:1 - Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ

Unchecked Copy BoxMat 26:2 - Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι

Unchecked Copy BoxMat 26:3 - Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα

Unchecked Copy BoxMat 26:4 - καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν

Unchecked Copy BoxMat 26:5 - ἔλεγον δέ Μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ

Unchecked Copy BoxMat 26:6 - Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ

Unchecked Copy BoxMat 26:7 - προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου

Unchecked Copy BoxMat 26:8 - ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες Εἰς τί ἡ ἀπώλεια αὕτη

Unchecked Copy BoxMat 26:9 - ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς

Unchecked Copy BoxMat 26:10 - γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ

Unchecked Copy BoxMat 26:11 - πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

Unchecked Copy BoxMat 26:12 - βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν

Unchecked Copy BoxMat 26:13 - ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς

Unchecked Copy BoxMat 26:14 - Τότε πορευθεὶς εἷς τῶν δώδεκα ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς

Unchecked Copy BoxMat 26:15 - εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια

Unchecked Copy BoxMat 26:16 - καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ

Unchecked Copy BoxMat 26:17 - Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα

Unchecked Copy BoxMat 26:18 - ὁ δὲ εἶπεν Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ Ὁ διδάσκαλος λέγει Ὁ καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου

Unchecked Copy BoxMat 26:19 - καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα

Unchecked Copy BoxMat 26:20 - Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα

Unchecked Copy BoxMat 26:21 - καὶ ἐσθιόντων αὐτῶν εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με

Unchecked Copy BoxMat 26:22 - καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι κύριε

Unchecked Copy BoxMat 26:23 - ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει

Unchecked Copy BoxMat 26:24 - ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος

Unchecked Copy BoxMat 26:25 - ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν Μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ Σὺ εἶπας

Unchecked Copy BoxMat 26:26 - Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν Λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου

Unchecked Copy BoxMat 26:27 - καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες

Unchecked Copy BoxMat 26:28 - τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν

Unchecked Copy BoxMat 26:29 - λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου

Unchecked Copy BoxMat 26:30 - Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν

Unchecked Copy BoxMat 26:31 - Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γάρ, Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης

Unchecked Copy BoxMat 26:32 - μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν

Unchecked Copy BoxMat 26:33 - ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι

Unchecked Copy BoxMat 26:34 - ἔφη αὐτῷ ὁ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με

Unchecked Copy BoxMat 26:35 - λέγει αὐτῷ ὁ Πέτρος Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον

Unchecked Copy BoxMat 26:36 - Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ

Unchecked Copy BoxMat 26:37 - καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν

Unchecked Copy BoxMat 26:38 - τότε λέγει αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ

Unchecked Copy BoxMat 26:39 - καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ

Unchecked Copy BoxMat 26:40 - καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ

Unchecked Copy BoxMat 26:41 - γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής

Unchecked Copy BoxMat 26:42 - πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου

Unchecked Copy BoxMat 26:43 - καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι

Unchecked Copy BoxMat 26:44 - καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν

Unchecked Copy BoxMat 26:45 - τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν

Unchecked Copy BoxMat 26:46 - ἐγείρεσθε ἄγωμεν ἰδού, ἤγγικεν ὁ παραδιδούς με

Unchecked Copy BoxMat 26:47 - Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ

Unchecked Copy BoxMat 26:48 - ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν

Unchecked Copy BoxMat 26:49 - καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν Χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν

Unchecked Copy BoxMat 26:50 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἑταῖρε ἐφ᾽ ὦ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν

Unchecked Copy BoxMat 26:51 - καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον

Unchecked Copy BoxMat 26:52 - τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται

Unchecked Copy BoxMat 26:53 - ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων

Unchecked Copy BoxMat 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι

Unchecked Copy BoxMat 26:55 - Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με

Unchecked Copy BoxMat 26:56 - τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον

Unchecked Copy BoxMat 26:57 - Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν

Unchecked Copy BoxMat 26:58 - ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος

Unchecked Copy BoxMat 26:59 - οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν

Unchecked Copy BoxMat 26:60 - καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες

Unchecked Copy BoxMat 26:61 - εἶπον, Οὗτος ἔφη Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν

Unchecked Copy BoxMat 26:62 - καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ Οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν

Unchecked Copy BoxMat 26:63 - ὁ δὲ Ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ

Unchecked Copy BoxMat 26:64 - λέγει αὐτῷ ὁ Ἰησοῦς Σὺ εἶπας πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ

Unchecked Copy BoxMat 26:65 - τότε ὁ ἀρχιερεὺς διέῤῥηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,

Unchecked Copy BoxMat 26:66 - τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον, Ἕνοχος θανάτου ἐστίν

Unchecked Copy BoxMat 26:67 - Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐῤῥάπισαν,

Unchecked Copy BoxMat 26:68 - λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε

Unchecked Copy BoxMat 26:69 - Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου

Unchecked Copy BoxMat 26:70 - ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις

Unchecked Copy BoxMat 26:71 - ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου

Unchecked Copy BoxMat 26:72 - καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον

Unchecked Copy BoxMat 26:73 - μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ

Unchecked Copy BoxMat 26:74 - τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν

Unchecked Copy BoxMat 26:75 - καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς

TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Home
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups:
'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

Your Bible Version is the TR
Go to Top
Link to This PageCite This Page
Version Selector Up Arrow
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Share this pageFollow the BLB
Version Selector Up Arrow

Share this page using one of these tools:

facebooktwitter

googlepluspinterest

reddittumblrlinkedin


Or email this page to a friend:

Version Selector Up Arrow

Follow the Blue Letter Bible on:

facebooktwitter

pinterestgoogle+


Or subscribe to our Newsletter:

Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes Around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Loading...

Interlinear
Bibles
Cross-Refs
Commentaries
Dictionaries
Miscellaneous
Verse Tools Arrow
Login to your account

Email / username or password was incorrect!

Check your email for password retrieval

 

Complete the form below to register  [?]

Error: That Email is already registered

Error: Please provide a valid Email

Error: Passwords should have at least 6 characters

Error: Passwords do not match

Error: Please provide a valid first name

Error: That username is already taken

Error: Usernames should only contain letters, numbers, dots, dashes, or underscores

[ Cancel ]← Login to Your Account

Passwords should have at least 6 characters.
Usernames should only contain letters, numbers, dots, dashes, or underscores.

Thank you for registering. A verification email has been sent to the address you provided.

Error: That Email / Username is not registered

Enter Your Email or UsernameUsername or Email Address

 

← Return to Login

Close LoginCLOSE
Tap to Close