The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Divrei-hayamim1 (1 Chronicles) 12 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Ch 12:1 - καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῗς δυνατοῗς βοηθοῦντες ἐν πολέμῳ

Unchecked Copy Box1Ch 12:2 - καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν

Unchecked Copy Box1Ch 12:3 - ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι

Unchecked Copy Box1Ch 12:4 - καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῗς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα (LXX 12:5)Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι

Unchecked Copy Box1Ch 12:5 - (LXX 12:6)Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι

Unchecked Copy Box1Ch 12:6 - (LXX 12:7)Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῗται

Unchecked Copy Box1Ch 12:7 - (LXX 12:8)καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ

Unchecked Copy Box1Ch 12:8 - (LXX 12:9)καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει

Unchecked Copy Box1Ch 12:9 - (LXX 12:10)Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος

Unchecked Copy Box1Ch 12:10 - (LXX 12:11)Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος

Unchecked Copy Box1Ch 12:11 - (LXX 12:12)Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος

Unchecked Copy Box1Ch 12:12 - (LXX 12:13)Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος

Unchecked Copy Box1Ch 12:13 - (LXX 12:14)Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος

Unchecked Copy Box1Ch 12:14 - (LXX 12:15)οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῗς ἑκατὸν μικρὸς καὶ μέγας τοῗς χιλίοις

Unchecked Copy Box1Ch 12:15 - (LXX 12:16)οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῗδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν

Unchecked Copy Box1Ch 12:16 - (LXX 12:17)καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ

Unchecked Copy Box1Ch 12:17 - (LXX 12:18)καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῗς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ᾽ ἑαυτὴν ἐφ᾽ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῗς ἐχθροῗς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο

Unchecked Copy Box1Ch 12:18 - (LXX 12:19)καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῗς βοηθοῗς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων

Unchecked Copy Box1Ch 12:19 - (LXX 12:20)καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῗν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῗς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῗς κεφαλαῗς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ

Unchecked Copy Box1Ch 12:20 - (LXX 12:21)ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση

Unchecked Copy Box1Ch 12:21 - (LXX 12:22)καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει

Unchecked Copy Box1Ch 12:22 - (LXX 12:23)ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ

Unchecked Copy Box1Ch 12:23 - (LXX 12:24)καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου

Unchecked Copy Box1Ch 12:24 - (LXX 12:25)υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως

Unchecked Copy Box1Ch 12:25 - (LXX 12:26)τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν

Unchecked Copy Box1Ch 12:26 - (LXX 12:27)τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι

Unchecked Copy Box1Ch 12:27 - (LXX 12:28)καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ᾽ αὐτοῦ τρεῗς χιλιάδες καὶ ἑπτακόσιοι

Unchecked Copy Box1Ch 12:28 - (LXX 12:29)καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο

Unchecked Copy Box1Ch 12:29 - (LXX 12:30)καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῗς χιλιάδες καὶ ἔτι τὸ πλεῗστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ

Unchecked Copy Box1Ch 12:30 - (LXX 12:31)καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν

Unchecked Copy Box1Ch 12:31 - (LXX 12:32)καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ

Unchecked Copy Box1Ch 12:32 - (LXX 12:33)καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾽ αὐτῶν

Unchecked Copy Box1Ch 12:33 - (LXX 12:34)καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῗς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς

Unchecked Copy Box1Ch 12:34 - (LXX 12:35)καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ᾽ αὐτῶν ἐν θυρεοῗς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες

Unchecked Copy Box1Ch 12:35 - (LXX 12:36)καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι

Unchecked Copy Box1Ch 12:36 - (LXX 12:37)καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες

Unchecked Copy Box1Ch 12:37 - (LXX 12:38)καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῗς ἑκατὸν εἴκοσι χιλιάδες

Unchecked Copy Box1Ch 12:38 - (LXX 12:39)πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ

Unchecked Copy Box1Ch 12:39 - (LXX 12:40)καὶ ἦσαν ἐκεῗ ἡμέρας τρεῗς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῗς οἱ ἀδελφοὶ αὐτῶν

Unchecked Copy Box1Ch 12:40 - (LXX 12:41)καὶ οἱ ὁμοροῦντες αὐτοῗς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῗς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1