The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Divrei-hayamim1 (1 Chronicles) 23 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Ch 23:1 - καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐπὶ Ισραηλ

Unchecked Copy Box1Ch 23:2 - καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῗς καὶ τοὺς Λευίτας

Unchecked Copy Box1Ch 23:3 - καὶ ἠριθμήθησαν οἱ Λευῗται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας

Unchecked Copy Box1Ch 23:4 - ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῗς καὶ κριταὶ ἑξακισχίλιοι

Unchecked Copy Box1Ch 23:5 - καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῗς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῗν τῷ κυρίῳ

Unchecked Copy Box1Ch 23:6 - καὶ διεῗλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῗς υἱοῗς Λευι τῷ Γεδσων Κααθ Μεραρι

Unchecked Copy Box1Ch 23:7 - καὶ τῷ Παροσωμ τῷ Εδαν καὶ τῷ Σεμεϊ

Unchecked Copy Box1Ch 23:8 - υἱοὶ τῷ Εδαν ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ τρεῗς

Unchecked Copy Box1Ch 23:9 - υἱοὶ Σεμεϊ Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν τρεῗς οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν

Unchecked Copy Box1Ch 23:10 - καὶ τοῗς υἱοῗς Σεμεϊ Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια οὗτοι υἱοὶ Σεμεϊ τέσσαρες

Unchecked Copy Box1Ch 23:11 - καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν

Unchecked Copy Box1Ch 23:12 - υἱοὶ Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τέσσαρες

Unchecked Copy Box1Ch 23:13 - υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῗν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος

Unchecked Copy Box1Ch 23:14 - καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι

Unchecked Copy Box1Ch 23:15 - υἱοὶ Μωυσῆ Γηρσαμ καὶ Ελιεζερ

Unchecked Copy Box1Ch 23:16 - υἱοὶ Γηρσαμ Σουβαηλ ὁ ἄρχων

Unchecked Copy Box1Ch 23:17 - καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ Ρααβια ὁ ἄρχων καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος

Unchecked Copy Box1Ch 23:18 - υἱοὶ Ισσααρ Σαλωμωθ ὁ ἄρχων

Unchecked Copy Box1Ch 23:19 - υἱοὶ Χεβρων Ιδουδ ὁ ἄρχων Αμαδια ὁ δεύτερος Οζιηλ ὁ τρίτος Ικεμιας ὁ τέταρτος

Unchecked Copy Box1Ch 23:20 - υἱοὶ Οζιηλ Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος

Unchecked Copy Box1Ch 23:21 - υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Μοολι Ελεαζαρ καὶ Κις

Unchecked Copy Box1Ch 23:22 - καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν

Unchecked Copy Box1Ch 23:23 - υἱοὶ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ τρεῗς

Unchecked Copy Box1Ch 23:24 - οὗτοι υἱοὶ Λευι κατ᾽ οἴκους πατριῶν αὐτῶν ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω

Unchecked Copy Box1Ch 23:25 - ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος

Unchecked Copy Box1Ch 23:26 - καὶ οἱ Λευῗται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς

Unchecked Copy Box1Ch 23:27 - ὅτι ἐν τοῗς λόγοις Δαυιδ τοῗς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω

Unchecked Copy Box1Ch 23:28 - ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῗρα Ααρων τοῦ λειτουργεῗν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ

Unchecked Copy Box1Ch 23:29 - εἰς τοὺς ἄρτους τῆς προθέσεως εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον

Unchecked Copy Box1Ch 23:30 - καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῗν ἐξομολογεῗσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας

Unchecked Copy Box1Ch 23:31 - καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῗς σαββάτοις καὶ ἐν ταῗς νεομηνίαις καὶ ἐν ταῗς ἑορταῗς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ᾽ αὐτοῗς διὰ παντὸς τῷ κυρίῳ

Unchecked Copy Box1Ch 23:32 - καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῗν ἐν οἴκῳ κυρίου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1