LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Α΄ Παραλειπομένων (1 Chronicles) 4 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ch 4:1 - καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ
Unchecked Copy Box1Ch 4:2 - καὶ Ραια υἱὸς αὐτοῦ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὗται αἱ γενέσεις τοῦ Σαραθι
Unchecked Copy Box1Ch 4:3 - καὶ οὗτοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων
Unchecked Copy Box1Ch 4:4 - καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ
Unchecked Copy Box1Ch 4:5 - καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες Αωδα καὶ Θοαδα
Unchecked Copy Box1Ch 4:6 - καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὗτοι υἱοὶ Αωδας
Unchecked Copy Box1Ch 4:7 - καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν
Unchecked Copy Box1Ch 4:8 - καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ
Unchecked Copy Box1Ch 4:9 - καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης
Unchecked Copy Box1Ch 4:10 - καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ χείρ σου μετ᾽ ἐμοῦ καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με καὶ ἐπήγαγεν θεὸς πάντα ὅσα ᾐτήσατο
Unchecked Copy Box1Ch 4:11 - καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὗτος πατὴρ Ασσαθων
Unchecked Copy Box1Ch 4:12 - καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι οὗτοι ἄνδρες Ρηφα
Unchecked Copy Box1Ch 4:13 - καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ
Unchecked Copy Box1Ch 4:14 - καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἦσαν
Unchecked Copy Box1Ch 4:15 - καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ
Unchecked Copy Box1Ch 4:16 - καὶ υἱὸς αὐτοῦ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ
Unchecked Copy Box1Ch 4:17 - καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων
Unchecked Copy Box1Ch 4:18 - καὶ γυνὴ αὐτοῦ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ
Unchecked Copy Box1Ch 4:19 - καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι
Unchecked Copy Box1Ch 4:20 - καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ
Unchecked Copy Box1Ch 4:21 - υἱοὶ Σηλωμ υἱοῦ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα
Unchecked Copy Box1Ch 4:22 - καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατῴκησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν
Unchecked Copy Box1Ch 4:23 - οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ
(Gen 46:10 )
Unchecked Copy Box1Ch 4:24 - υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ
Unchecked Copy Box1Ch 4:25 - Σαλεμ υἱὸς αὐτοῦ Μαβασαμ υἱὸς αὐτοῦ Μασμα υἱὸς αὐτοῦ
Unchecked Copy Box1Ch 4:26 - Αμουηλ υἱὸς αὐτοῦ Σαβουδ υἱὸς αὐτοῦ Ζακχουρ υἱὸς αὐτοῦ Σεμεϊ υἱὸς αὐτοῦ
Unchecked Copy Box1Ch 4:27 - καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα
Unchecked Copy Box1Ch 4:28 - καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ
Unchecked Copy Box1Ch 4:29 - καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ
Unchecked Copy Box1Ch 4:30 - καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ
Unchecked Copy Box1Ch 4:31 - καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ
Unchecked Copy Box1Ch 4:32 - καὶ ἐπαύλεις αὐτῶν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε
Unchecked Copy Box1Ch 4:33 - καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ αὕτη κατάσχεσις αὐτῶν καὶ καταλοχισμὸς αὐτῶν
Unchecked Copy Box1Ch 4:34 - καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια
Unchecked Copy Box1Ch 4:35 - καὶ Ιωηλ καὶ οὗτος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ
Unchecked Copy Box1Ch 4:36 - καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια
Unchecked Copy Box1Ch 4:37 - καὶ Ζουζα υἱὸς Σεφεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου
Unchecked Copy Box1Ch 4:38 - οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος
Unchecked Copy Box1Ch 4:39 - καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν
Unchecked Copy Box1Ch 4:40 - καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν
Unchecked Copy Box1Ch 4:41 - καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ
Unchecked Copy Box1Ch 4:42 - καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν
Unchecked Copy Box1Ch 4:43 - καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan