LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Α΄ Παραλειπομένων (1 Chronicles) 9 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Ch 9:1 - καὶ πᾶς Ισραηλ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν
Unchecked Copy Box1Ch 9:2 - καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ισραηλ οἱ ἱερεῖς οἱ Λευῖται καὶ οἱ δεδομένοι
Unchecked Copy Box1Ch 9:3 - καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση
Unchecked Copy Box1Ch 9:4 - Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα
Unchecked Copy Box1Ch 9:5 - καὶ ἐκ τῶν Σηλωνι Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ
Unchecked Copy Box1Ch 9:6 - ἐκ τῶν υἱῶν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα
Unchecked Copy Box1Ch 9:7 - καὶ ἐκ τῶν υἱῶν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα
Unchecked Copy Box1Ch 9:8 - καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια
Unchecked Copy Box1Ch 9:9 - καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
Unchecked Copy Box1Ch 9:10 - καὶ ἀπὸ τῶν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν
Unchecked Copy Box1Ch 9:11 - καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ
Unchecked Copy Box1Ch 9:12 - καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ
Unchecked Copy Box1Ch 9:13 - καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ
Unchecked Copy Box1Ch 9:14 - καὶ ἐκ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι
Unchecked Copy Box1Ch 9:15 - καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ
Unchecked Copy Box1Ch 9:16 - καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι
Unchecked Copy Box1Ch 9:17 - οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν Σαλωμ ὁ ἄρχων
Unchecked Copy Box1Ch 9:18 - καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾽ ἀνατολάς αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι
Unchecked Copy Box1Ch 9:19 - καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον
Unchecked Copy Box1Ch 9:20 - καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ᾽ αὐτῶν ἔμπροσθεν καὶ οὗτοι μετ᾽ αὐτοῦ
Unchecked Copy Box1Ch 9:21 - Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Unchecked Copy Box1Ch 9:22 - πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν καταλοχισμὸς αὐτῶν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ βλέπων τῇ πίστει αὐτῶν
Unchecked Copy Box1Ch 9:23 - καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν
Unchecked Copy Box1Ch 9:24 - κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι κατ᾽ ἀνατολάς θάλασσαν βορρᾶν νότον
Unchecked Copy Box1Ch 9:25 - καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων
Unchecked Copy Box1Ch 9:26 - ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ
Unchecked Copy Box1Ch 9:27 - καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν ὅτι ἐπ᾽ αὐτοὺς φυλακή καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ
Unchecked Copy Box1Ch 9:28 - καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά
Unchecked Copy Box1Ch 9:29 - καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως τοῦ οἴνου τοῦ ἐλαίου τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων
Unchecked Copy Box1Ch 9:30 - καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα
Unchecked Copy Box1Ch 9:31 - καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν οὗτος πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως
Unchecked Copy Box1Ch 9:32 - καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον
Unchecked Copy Box1Ch 9:33 - καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾽ αὐτοῖς ἐν τοῖς ἔργοις
Unchecked Copy Box1Ch 9:34 - οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ
Unchecked Copy Box1Ch 9:35 - καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα
Unchecked Copy Box1Ch 9:36 - καὶ υἱὸς αὐτοῦ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
Unchecked Copy Box1Ch 9:37 - καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ
Unchecked Copy Box1Ch 9:38 - καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν
Unchecked Copy Box1Ch 9:39 - καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ
Unchecked Copy Box1Ch 9:40 - καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα
Unchecked Copy Box1Ch 9:41 - καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ
Unchecked Copy Box1Ch 9:42 - καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα
Unchecked Copy Box1Ch 9:43 - καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτοῦ Ελεασα υἱὸς αὐτοῦ Εσηλ υἱὸς αὐτοῦ
Unchecked Copy Box1Ch 9:44 - καὶ τῷ Εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Εσδρικαμ πρωτότοκος αὐτοῦ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὗτοι υἱοὶ Εσηλ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

1 Chronicles Chapter 9 — Additional Translations: