The Blue Letter Bible
Copy Cite Print
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Version Selector Up Arrow

Share this page using one of these tools:

facebook twitter

googleplus pinterest

reddit tumblr linkedin


Or email this page to a friend:

BLB Searches
Search the Bible
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  
 [?]

Advanced Options

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups: 'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

LexiConc
 [?]
 

Advanced Options

Exact Match
Beginning of the Word
Any Part of the Word
Theological FAQs
 [?]
 
Multi-Verse Retrieval
x
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Sort Canonically  Sort Canonically

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Let's Connect
x

Connect on Facebook Connect on Twitter Connect on Instagram Connect on Pinterest Connect on YouTube

Subscribe to our Newsletter

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Melachim1 (1 Kings) 20 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface

Customize your font sizeIncrease your font sizeDecrease your font sizeReturn to default font size

Choose a Bible text color
Read the Bible in blackRead the Bible in dark blueRead the Bible in blue

Customize your text type
Arial font
Trebuchet MS font
Georgia font
Times New Roman font

Customize your Hebrew text type
SBL Hebrew font
Times New Roman font
Arial font

Customize your Greek text type
Gentium font
Times New Roman font
Arial font

Close font preferences
Listen to the Bible

Unchecked Copy Box1Ki 20:1 - καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾽ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν

Unchecked Copy Box1Ki 20:2 - καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν

Unchecked Copy Box1Ki 20:3 - καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν

Unchecked Copy Box1Ki 20:4 - καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν καθὼς ἐλάλησας κύριε βασιλεῦ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά

Unchecked Copy Box1Ki 20:5 - καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί

Unchecked Copy Box1Ki 20:6 - ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν καὶ λήμψονται

Unchecked Copy Box1Ki 20:7 - καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ

Unchecked Copy Box1Ki 20:8 - καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς

Unchecked Copy Box1Ki 20:9 - καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ λέγετε τῷ κυρίῳ ὑμῶν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον

Unchecked Copy Box1Ki 20:10 - καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου

Unchecked Copy Box1Ki 20:11 - καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός

Unchecked Copy Box1Ki 20:12 - καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ᾽ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν

Unchecked Copy Box1Ki 20:13 - καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

Unchecked Copy Box1Ki 20:14 - καὶ εἶπεν Αχααβ ἐν τίνι καὶ εἶπεν τάδε λέγει κύριος ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν καὶ εἶπεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἶπεν σύ

Unchecked Copy Box1Ki 20:15 - καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν πᾶν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας

Unchecked Copy Box1Ki 20:16 - καὶ ἐξῆλθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλεῖς τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾽ αὐτοῦ

Unchecked Copy Box1Ki 20:17 - καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας

Unchecked Copy Box1Ki 20:18 - καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζῶντας καὶ εἰ εἰς πόλεμον ζῶντας συλλάβετε αὐτούς

Unchecked Copy Box1Ki 20:19 - καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν καὶ ἡ δύναμις ὀπίσω αὐτῶν

Unchecked Copy Box1Ki 20:20 - ἐπάταξεν ἕκαστος τὸν πα αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν πα αὐτοῦ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ᾽ ἵππου ἱππέως

Unchecked Copy Box1Ki 20:21 - καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ

Unchecked Copy Box1Ki 20:22 - καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ

Unchecked Copy Box1Ki 20:23 - καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς

Unchecked Copy Box1Ki 20:24 - καὶ τὸ ῥῆμα τοῦτο ποίησον ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας

Unchecked Copy Box1Ki 20:25 - καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως

Unchecked Copy Box1Ki 20:26 - καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ

Unchecked Copy Box1Ki 20:27 - καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν καὶ Συρία ἔπλησεν τὴν γῆν

Unchecked Copy Box1Ki 20:28 - καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ τάδε λέγει κύριος ἀνθ᾽ ὧν εἶπεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

Unchecked Copy Box1Ki 20:29 - καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ

Unchecked Copy Box1Ki 20:30 - καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον

Unchecked Copy Box1Ki 20:31 - καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν

Unchecked Copy Box1Ki 20:32 - καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ δοῦλός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἶπεν εἰ ἔτι ζῇ ἀδελφός μού ἐστιν

Unchecked Copy Box1Ki 20:33 - καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον ἀδελφός σου υἱὸς Αδερ καὶ εἶπεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα

Unchecked Copy Box1Ki 20:34 - καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν

Unchecked Copy Box1Ki 20:35 - καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν

Unchecked Copy Box1Ki 20:36 - καὶ εἶπεν πρὸς αὐτόν ἀνθ᾽ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾽ ἐμοῦ καὶ πατάξει σε λέων καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν

Unchecked Copy Box1Ki 20:37 - καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν

Unchecked Copy Box1Ki 20:38 - καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ

Unchecked Copy Box1Ki 20:39 - καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με φύλαξον τοῦτον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις

Unchecked Copy Box1Ki 20:40 - καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε καὶ οὗτος οὐκ ἦν καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα πα ἐμοὶ ἐφόνευσας

Unchecked Copy Box1Ki 20:41 - καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος

Unchecked Copy Box1Ki 20:42 - καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ

Unchecked Copy Box1Ki 20:43 - καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν

LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Home
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups:
'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Version Selector Up Arrow
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Share this pageFollow the BLB
Version Selector Up Arrow

Share this page using one of these tools:

facebooktwitter

googlepluspinterest

reddittumblrlinkedin


Or email this page to a friend:

Version Selector Up Arrow

Follow the Blue Letter Bible on:

facebooktwitter

pinterestgoogle+


Or subscribe to our Newsletter:

Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes Around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Loading...

Interlinear
Bibles
Cross-Refs
Commentaries
Dictionaries
Miscellaneous
Verse Tools Arrow
Login to your account

Email / username or password was incorrect!

Check your email for password retrieval

 

Complete the form below to register  [?]

Error: That Email is already registered

Error: Please provide a valid Email

Error: Passwords should have at least 6 characters

Error: Passwords do not match

Error: Please provide a valid first name

Error: That username is already taken

Error: Usernames should only contain letters, numbers, dots, dashes, or underscores

[ Cancel ]← Login to Your Account

Passwords should have at least 6 characters.
Usernames should only contain letters, numbers, dots, dashes, or underscores.

Thank you for registering. A verification email has been sent to the address you provided.

Error: That Email / Username is not registered

Enter Your Email or UsernameUsername or Email Address

 

← Return to Login

Close LoginCLOSE
Tap to Close