The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Melachim1 (1 Kings) 20 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Ki 20:1 - (LXX 21:1καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῗς μετ᾽ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν

Unchecked Copy Box1Ki 20:2 - (LXX 21:2καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν

Unchecked Copy Box1Ki 20:3 - (LXX 21:3καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναῗκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν

Unchecked Copy Box1Ki 20:4 - (LXX 21:4καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν καθὼς ἐλάλησας κύριε βασιλεῦ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά

Unchecked Copy Box1Ki 20:5 - (LXX 21:5καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῗκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί

Unchecked Copy Box1Ki 20:6 - (LXX 21:6ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῗδάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῗρας αὐτῶν καὶ λήμψονται

Unchecked Copy Box1Ki 20:7 - (LXX 21:7καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῗ ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ

Unchecked Copy Box1Ki 20:8 - (LXX 21:8καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς

Unchecked Copy Box1Ki 20:9 - (LXX 21:9καὶ εἶπεν τοῗς ἀγγέλοις υἱοῦ Αδερ λέγετε τῷ κυρίῳ ὑμῶν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον

Unchecked Copy Box1Ki 20:10 - (LXX 21:10καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῗς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῗς πεζοῗς μου

Unchecked Copy Box1Ki 20:11 - (LXX 21:11καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός

Unchecked Copy Box1Ki 20:12 - (LXX 21:12καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῗς μετ᾽ αὐτοῦ ἐν σκηναῗς καὶ εἶπεν τοῗς παισὶν αὐτοῦ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν

Unchecked Copy Box1Ki 20:13 - (LXX 21:13καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῗ Ισραηλ καὶ εἶπεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῗρας σάς καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

Unchecked Copy Box1Ki 20:14 - (LXX 21:14καὶ εἶπεν Αχααβ ἐν τίνι καὶ εἶπεν τάδε λέγει κύριος ἐν τοῗς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν καὶ εἶπεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἶπεν σύ

Unchecked Copy Box1Ki 20:15 - (LXX 21:15καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν πᾶν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας

Unchecked Copy Box1Ki 20:16 - (LXX 21:16καὶ ἐξῆλθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλεῗς τριάκοντα καὶ δύο βασιλεῗς συμβοηθοὶ μετ᾽ αὐτοῦ

Unchecked Copy Box1Ki 20:17 - (LXX 21:17καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῗ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας

Unchecked Copy Box1Ki 20:18 - (LXX 21:18καὶ εἶπεν αὐτοῗς εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζῶντας καὶ εἰ εἰς πόλεμον ζῶντας συλλάβετε αὐτούς

Unchecked Copy Box1Ki 20:19 - (LXX 21:19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν καὶ ἡ δύναμις ὀπίσω αὐτῶν

Unchecked Copy Box1Ki 20:20 - (LXX 21:20ἐπάταξεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ᾽ ἵππου ἱππέως

Unchecked Copy Box1Ki 20:21 - (LXX 21:21καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ

Unchecked Copy Box1Ki 20:22 - (LXX 21:22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ

Unchecked Copy Box1Ki 20:23 - (LXX 21:23καὶ οἱ παῗδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς

Unchecked Copy Box1Ki 20:24 - (LXX 21:24καὶ τὸ ῥῆμα τοῦτο ποίησον ἀπόστησον τοὺς βασιλεῗς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας

Unchecked Copy Box1Ki 20:25 - (LXX 21:25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως

Unchecked Copy Box1Ki 20:26 - (LXX 21:26καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ

Unchecked Copy Box1Ki 20:27 - (LXX 21:27καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν καὶ Συρία ἔπλησεν τὴν γῆν

Unchecked Copy Box1Ki 20:28 - (LXX 21:28καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῗ Ισραηλ τάδε λέγει κύριος ἀνθ᾽ ὧν εἶπεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῗρα σήν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος

Unchecked Copy Box1Ki 20:29 - (LXX 21:29καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ

Unchecked Copy Box1Ki 20:30 - (LXX 21:30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τεῗχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον

Unchecked Copy Box1Ki 20:31 - (LXX 21:31καὶ εἶπεν τοῗς παισὶν αὐτοῦ οἶδα ὅτι βασιλεῗς Ισραηλ βασιλεῗς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν

Unchecked Copy Box1Ki 20:32 - (LXX 21:32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῗ Ισραηλ δοῦλός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἶπεν εἰ ἔτι ζῇ ἀδελφός μού ἐστιν

Unchecked Copy Box1Ki 20:33 - (LXX 21:33καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον ἀδελφός σου υἱὸς Αδερ καὶ εἶπεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα

Unchecked Copy Box1Ki 20:34 - (LXX 21:34καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν

Unchecked Copy Box1Ki 20:35 - (LXX 21:35καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν

Unchecked Copy Box1Ki 20:36 - (LXX 21:36καὶ εἶπεν πρὸς αὐτόν ἀνθ᾽ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾽ ἐμοῦ καὶ πατάξει σε λέων καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν

Unchecked Copy Box1Ki 20:37 - (LXX 21:37καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν

Unchecked Copy Box1Ki 20:38 - (LXX 21:38καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῗ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ

Unchecked Copy Box1Ki 20:39 - (LXX 21:39καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με φύλαξον τοῦτον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις

Unchecked Copy Box1Ki 20:40 - (LXX 21:40καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε καὶ οὗτος οὐκ ἦν καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ᾽ ἐμοὶ ἐφόνευσας

Unchecked Copy Box1Ki 20:41 - (LXX 21:41καὶ ἔσπευσεν καὶ ἀφεῗλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος

Unchecked Copy Box1Ki 20:42 - (LXX 21:42καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ

Unchecked Copy Box1Ki 20:43 - (LXX 21:43καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1