The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shmuel1 (1 Samuel) 24 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Sa 24:1 - (LXX 24:2καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι

Unchecked Copy Box1Sa 24:2 - (LXX 24:3καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ τρεῗς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητεῗν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ

Unchecked Copy Box1Sa 24:3 - (LXX 24:4καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ καὶ ἦν ἐκεῗ σπήλαιον καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο

Unchecked Copy Box1Sa 24:4 - (LXX 24:5καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡ ἡμέρα αὕτη ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῗράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῗς σου καὶ ἀνέστη Δαυιδ καὶ ἀφεῗλεν τὸ πτερύγιον τῆς διπλοΐδος τῆς Σαουλ λαθραίως

Unchecked Copy Box1Sa 24:5 - (LXX 24:6καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν ὅτι ἀφεῗλεν τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ

Unchecked Copy Box1Sa 24:6 - (LXX 24:7καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ μηδαμῶς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῗρά μου ἐπ᾽ αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος

Unchecked Copy Box1Sa 24:7 - (LXX 24:8καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῗς ἀναστάντας θανατῶσαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν

Unchecked Copy Box1Sa 24:8 - (LXX 24:9καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ

Unchecked Copy Box1Sa 24:9 - (LXX 24:10καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ἰδοὺ Δαυιδ ζητεῗ τὴν ψυχήν σου

Unchecked Copy Box1Sa 24:10 - (LXX 24:11ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῗρά μου ἐν τῷ σπηλαίῳ καὶ οὐκ ἠβουλήθην ἀποκτεῗναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα οὐκ ἐποίσω χεῗρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὗτός ἐστιν

Unchecked Copy Box1Sa 24:11 - (LXX 24:12καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῗν αὐτήν

Unchecked Copy Box1Sa 24:12 - (LXX 24:13δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί

Unchecked Copy Box1Sa 24:13 - (LXX 24:14καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ

Unchecked Copy Box1Sa 24:14 - (LXX 24:15καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός

Unchecked Copy Box1Sa 24:15 - (LXX 24:16γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου

Unchecked Copy Box1Sa 24:16 - (LXX 24:17καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ καὶ εἶπεν Σαουλ ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν

Unchecked Copy Box1Sa 24:17 - (LXX 24:18καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά

Unchecked Copy Box1Sa 24:18 - (LXX 24:19καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῗράς σου καὶ οὐκ ἀπέκτεινάς με

Unchecked Copy Box1Sa 24:19 - (LXX 24:20καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά καθὼς πεποίηκας σήμερον

Unchecked Copy Box1Sa 24:20 - (LXX 24:21καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ

Unchecked Copy Box1Sa 24:21 - (LXX 24:22καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῗς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου

Unchecked Copy Box1Sa 24:22 - (LXX 24:23καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-ReferenceVerse-Reference
Line-By-Line Reference-VerseReference-Verse
Line-By-Line Separate LineSeparate Line
Line-By-Line Verse OnlyVerse Only
Line-By-Line Reference OnlyReference Only
Reference Delimiters:
No Reference DelimitersNone — Jhn 1:1 KJV
Square Reference DelimitersSquare — [Jhn 1:1 KJV]
Curly Reference DelimitersCurly — {Jhn 1:1 KJV}
Parenthesis Reference DelimitersParens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-ReferenceVerse-Reference
Paragraph Reference-VerseReference-Verse
Paragraph Reference-OnlyReference-Only
Number Delimiters:*
No Verse NumbersNo Number
No Verse DelimetersNo Delimiter — 15
Square Verse DelimitersSquare — [15]
Curly Verse DelimitersCurly — {15}
Parenthesis Verse DelimitersParens — (15)
Other Options:
Abbreviate BooksAbbreviate Books
Use SBL Abbrev.Use SBL Abbrev.
En dash not HyphenEn dash not Hyphen
 
 
Quotes Around VersesQuotes Around Verses
Remove Square BracketsRemove Square Brackets
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'