LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Α΄ Σαμουήλ (1 Samuel) 28 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Sa 28:1 - καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ᾽ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου
Unchecked Copy Box1Sa 28:2 - καὶ εἶπεν Δαυιδ πρὸς Αγχους οὕτω νῦν γνώσει ποιήσει δοῦλός σου καὶ εἶπεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας
(cf. Deu 18:9–14 )
Unchecked Copy Box1Sa 28:3 - καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς
Unchecked Copy Box1Sa 28:4 - καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε
Unchecked Copy Box1Sa 28:5 - καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη καρδία αὐτοῦ σφόδρα
Unchecked Copy Box1Sa 28:6 - καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις
Unchecked Copy Box1Sa 28:7 - καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ
Unchecked Copy Box1Sa 28:8 - καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι
Unchecked Copy Box1Sa 28:9 - καὶ εἶπεν γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν
Unchecked Copy Box1Sa 28:10 - καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων ζῇ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ
Unchecked Copy Box1Sa 28:11 - καὶ εἶπεν γυνή τίνα ἀναγάγω σοι καὶ εἶπεν τὸν Σαμουηλ ἀνάγαγέ μοι
Unchecked Copy Box1Sa 28:12 - καὶ εἶδεν γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἶ Σαουλ
Unchecked Copy Box1Sa 28:13 - καὶ εἶπεν αὐτῇ βασιλεύς μὴ φοβοῦ εἰπὸν τίνα ἑόρακας καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς
Unchecked Copy Box1Sa 28:14 - καὶ εἶπεν αὐτῇ τί ἔγνως καὶ εἶπεν αὐτῷ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
Unchecked Copy Box1Sa 28:15 - καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ θεὸς ἀφέστηκεν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω
Unchecked Copy Box1Sa 28:16 - καὶ εἶπεν Σαμουηλ ἵνα τί ἐπερωτᾷς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου
Unchecked Copy Box1Sa 28:17 - καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ
Unchecked Copy Box1Sa 28:18 - διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ
Unchecked Copy Box1Sa 28:19 - καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων
Unchecked Copy Box1Sa 28:20 - καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην
Unchecked Copy Box1Sa 28:21 - καὶ εἰσῆλθεν γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ δὴ ἤκουσεν δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι
Unchecked Copy Box1Sa 28:22 - καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύσῃ ἐν ὁδῷ
Unchecked Copy Box1Sa 28:23 - καὶ οὐκ ἐβουλήθη φαγεῖν καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ γυνή καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον
Unchecked Copy Box1Sa 28:24 - καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα
Unchecked Copy Box1Sa 28:25 - καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ καὶ ἔφαγον καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan