The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shmuel1 (1 Samuel) 30 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Sa 30:1 - καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί

Unchecked Copy Box1Sa 30:2 - καὶ τὰς γυναῗκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῗκα ἀλλ᾽ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν

Unchecked Copy Box1Sa 30:3 - καὶ ἦλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί αἱ δὲ γυναῗκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι

Unchecked Copy Box1Sa 30:4 - καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῗς ἰσχὺς ἔτι κλαίειν

Unchecked Copy Box1Sa 30:5 - καὶ ἀμφότεραι αἱ γυναῗκες Δαυιδ ᾐχμαλωτεύθησαν Αχινοομ ἡ Ιεζραηλῗτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου

Unchecked Copy Box1Sa 30:6 - καὶ ἐθλίβη Δαυιδ σφόδρα ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίῳ θεῷ αὐτοῦ

Unchecked Copy Box1Sa 30:7 - καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ προσάγαγε τὸ εφουδ

Unchecked Copy Box1Sa 30:8 - καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου εἰ καταλήμψομαι αὐτούς καὶ εἶπεν αὐτῷ καταδίωκε ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ

Unchecked Copy Box1Sa 30:9 - καὶ ἐπορεύθη Δαυιδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ καὶ οἱ περισσοὶ ἔστησαν

Unchecked Copy Box1Sa 30:10 - καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ

Unchecked Copy Box1Sa 30:11 - καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν καὶ ἐπότισαν αὐτὸν ὕδωρ

Unchecked Copy Box1Sa 30:12 - καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῗς ἡμέρας καὶ τρεῗς νύκτας

Unchecked Copy Box1Sa 30:13 - καὶ εἶπεν αὐτῷ Δαυιδ τίνος σὺ εἶ καὶ πόθεν εἶ καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου καὶ κατέλιπέν με ὁ κύριός μου ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῗος

Unchecked Copy Box1Sa 30:14 - καὶ ἡμεῗς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί

Unchecked Copy Box1Sa 30:15 - καὶ εἶπεν πρὸς αὐτὸν Δαυιδ εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο καὶ εἶπεν ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῗρας τοῦ κυρίου μου καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο

Unchecked Copy Box1Sa 30:16 - καὶ κατήγαγεν αὐτὸν ἐκεῗ καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῗς σκύλοις τοῗς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ιουδα

Unchecked Copy Box1Sa 30:17 - καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾽ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον

Unchecked Copy Box1Sa 30:18 - καὶ ἀφείλατο Δαυιδ πάντα ἃ ἔλαβον οἱ Αμαληκῗται καὶ ἀμφοτέρας τὰς γυναῗκας αὐτοῦ ἐξείλατο

Unchecked Copy Box1Sa 30:19 - καὶ οὐ διεφώνησεν αὐτοῗς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν τὰ πάντα ἐπέστρεψεν Δαυιδ

Unchecked Copy Box1Sa 30:20 - καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων καὶ τοῗς σκύλοις ἐκείνοις ἐλέγετο ταῦτα τὰ σκῦλα Δαυιδ

Unchecked Copy Box1Sa 30:21 - καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυιδ καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βοσορ καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾽ αὐτοῦ καὶ προσήγαγεν Δαυιδ ἕως τοῦ λαοῦ καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην

Unchecked Copy Box1Sa 30:22 - καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυιδ καὶ εἶπαν ὅτι οὐ κατεδίωξαν μεθ᾽ ἡμῶν οὐ δώσομεν αὐτοῗς ἐκ τῶν σκύλων ὧν ἐξειλάμεθα ὅτι ἀλλ᾽ ἢ ἕκαστος τὴν γυναῗκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν

Unchecked Copy Box1Sa 30:23 - καὶ εἶπεν Δαυιδ οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν κύριον ἡμῗν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκεν κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ᾽ ἡμᾶς εἰς χεῗρας ἡμῶν

Unchecked Copy Box1Sa 30:24 - καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη κατὰ τὸ αὐτὸ μεριοῦνται

Unchecked Copy Box1Sa 30:25 - καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον

Unchecked Copy Box1Sa 30:26 - καὶ ἦλθεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοῗς πρεσβυτέροις Ιουδα τῶν σκύλων καὶ τοῗς πλησίον αὐτοῦ λέγων ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν κυρίου

Unchecked Copy Box1Sa 30:27 - τοῗς ἐν Βαιθσουρ καὶ τοῗς ἐν Ραμα νότου καὶ τοῗς ἐν Ιεθθορ

Unchecked Copy Box1Sa 30:28 - καὶ τοῗς ἐν Αροηρ καὶ τοῗς Αμμαδι καὶ τοῗς ἐν Σαφι καὶ τοῗς ἐν Εσθιε

Unchecked Copy Box1Sa 30:29 - καὶ τοῗς ἐν Καρμήλῳ καὶ τοῗς ἐν ταῗς πόλεσιν τοῦ Ιεραμηλι καὶ τοῗς ἐν ταῗς πόλεσιν τοῦ Κενεζι

Unchecked Copy Box1Sa 30:30 - καὶ τοῗς ἐν Ιεριμουθ καὶ τοῗς ἐν Βηρσαβεε καὶ τοῗς ἐν Νοο

Unchecked Copy Box1Sa 30:31 - καὶ τοῗς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυιδ ἐκεῗ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1