The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Divrei-hayamim2 (2 Chronicles) 17 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box2Ch 17:1 - καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ

Unchecked Copy Box2Ch 17:2 - καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῗς πόλεσιν Ιουδα ταῗς ὀχυραῗς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῗς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ

Unchecked Copy Box2Ch 17:3 - καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῗς τοῦ πατρὸς αὐτοῦ ταῗς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα

Unchecked Copy Box2Ch 17:4 - ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῗς ἐντολαῗς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα

Unchecked Copy Box2Ch 17:5 - καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή

Unchecked Copy Box2Ch 17:6 - καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα

Unchecked Copy Box2Ch 17:7 - καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα

Unchecked Copy Box2Ch 17:8 - καὶ μετ᾽ αὐτῶν οἱ Λευῗται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῗται καὶ μετ᾽ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῗς

Unchecked Copy Box2Ch 17:9 - καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ᾽ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῗς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν

Unchecked Copy Box2Ch 17:10 - καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῗς βασιλείαις τῆς γῆς ταῗς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ

Unchecked Copy Box2Ch 17:11 - καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους

Unchecked Copy Box2Ch 17:12 - καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς

Unchecked Copy Box2Ch 17:13 - καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ

Unchecked Copy Box2Ch 17:14 - καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν τῷ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ᾽ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες

Unchecked Copy Box2Ch 17:15 - καὶ μετ᾽ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ᾽ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες

Unchecked Copy Box2Ch 17:16 - καὶ μετ᾽ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ᾽ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως

Unchecked Copy Box2Ch 17:17 - καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ᾽ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες

Unchecked Copy Box2Ch 17:18 - καὶ μετ᾽ αὐτὸν Ιωζαβαδ καὶ μετ᾽ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου

Unchecked Copy Box2Ch 17:19 - οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῗ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῗς πόλεσιν ταῗς ὀχυραῗς ἐν πάσῃ τῇ Ιουδαίᾳ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1