LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Β΄ Βασιλέων (2 Kings) 20 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(2Ch 32:24–26; Isa 38:1–8 )
Unchecked Copy Box2Ki 20:1 - ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ
Unchecked Copy Box2Ki 20:2 - καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
Unchecked Copy Box2Ki 20:3 - δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ
Unchecked Copy Box2Ki 20:4 - καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
Unchecked Copy Box2Ki 20:5 - ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος θεὸς Δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου
Unchecked Copy Box2Ki 20:6 - καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου
Unchecked Copy Box2Ki 20:7 - καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
Unchecked Copy Box2Ki 20:8 - καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ
Unchecked Copy Box2Ki 20:9 - καὶ εἶπεν Ησαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς
Unchecked Copy Box2Ki 20:10 - καὶ εἶπεν Εζεκιας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ᾽ ἐπιστραφήτω σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
Unchecked Copy Box2Ki 20:11 - καὶ ἐβόησεν Ησαιας προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς
(Isa 39:1–8 )
Unchecked Copy Box2Ki 20:12 - ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας
Unchecked Copy Box2Ki 20:13 - καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
Unchecked Copy Box2Ki 20:14 - καὶ εἰσῆλθεν Ησαιας προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
Unchecked Copy Box2Ki 20:15 - καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
Unchecked Copy Box2Ki 20:16 - καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου
Unchecked Copy Box2Ki 20:17 - ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα εἶπεν κύριος
Unchecked Copy Box2Ki 20:18 - καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος
Unchecked Copy Box2Ki 20:19 - καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου
(2Ch 32:32, 33 )
Unchecked Copy Box2Ki 20:20 - καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
Unchecked Copy Box2Ki 20:21 - καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan