LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Β΄ Βασιλέων (2 Kings) 23 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(2Ch 34:29—35:19 )
Unchecked Copy Box2Ki 23:1 - καὶ ἀπέστειλεν βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ
Unchecked Copy Box2Ki 23:2 - καὶ ἀνέβη βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ᾽ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου
Unchecked Copy Box2Ki 23:3 - καὶ ἔστη βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου τοῦ πορεύεσθαι ὀπίσω κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο καὶ ἔστη πᾶς λαὸς ἐν τῇ διαθήκῃ
Unchecked Copy Box2Ki 23:4 - καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωθ Κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθηλ
Unchecked Copy Box2Ki 23:5 - καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ καὶ τοὺς θυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ
Unchecked Copy Box2Ki 23:6 - καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ
Unchecked Copy Box2Ki 23:7 - καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιιν τῷ ἄλσει
Unchecked Copy Box2Ki 23:8 - καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως
Unchecked Copy Box2Ki 23:9 - πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν
Unchecked Copy Box2Ki 23:10 - καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί
Unchecked Copy Box2Ki 23:11 - καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί
Unchecked Copy Box2Ki 23:12 - καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ ἐποίησαν βασιλεῖς Ιουδα καὶ τὰ θυσιαστήρια ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων
Unchecked Copy Box2Ki 23:13 - καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοαθ ὃν ᾠκοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμως προσοχθίσματι Μωαβ καὶ τῷ Μολχολ βδελύγματι υἱῶν Αμμων ἐμίανεν βασιλεύς
Unchecked Copy Box2Ki 23:14 - καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων
Unchecked Copy Box2Ki 23:15 - καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος
Unchecked Copy Box2Ki 23:16 - καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου ἐλάλησεν ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
Unchecked Copy Box2Ki 23:17 - καὶ εἶπεν τί τὸ σκόπελον ἐκεῖνο ἐγὼ ὁρῶ καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἄνθρωπος τοῦ θεοῦ ἐστιν ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ
Unchecked Copy Box2Ki 23:18 - καὶ εἶπεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας
Unchecked Copy Box2Ki 23:19 - καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἐποίησεν ἐν Βαιθηλ
Unchecked Copy Box2Ki 23:20 - καὶ ἐθυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾽ αὐτά καὶ ἐπεστράφη εἰς Ιερουσαλημ
Unchecked Copy Box2Ki 23:21 - καὶ ἐνετείλατο βασιλεὺς παντὶ τῷ λαῷ λέγων ποιήσατε τὸ πασχα τῷ κυρίῳ θεῷ ἡμῶν καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης
Unchecked Copy Box2Ki 23:22 - ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ᾽ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα
Unchecked Copy Box2Ki 23:23 - ὅτι ἀλλ᾽ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τῷ κυρίῳ ἐν Ιερουσαλημ
Unchecked Copy Box2Ki 23:24 - καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξῆρεν βασιλεὺς Ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου
Unchecked Copy Box2Ki 23:25 - ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ καὶ μετ᾽ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ
Unchecked Copy Box2Ki 23:26 - πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὀργὴ αὐτοῦ ἐν τῷ Ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν Μανασσης
Unchecked Copy Box2Ki 23:27 - καὶ εἶπεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἶκον οὗ εἶπον ἔσται τὸ ὄνομά μου ἐκεῖ
(2Ch 35:20—36:1 )
Unchecked Copy Box2Ki 23:28 - καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
Unchecked Copy Box2Ki 23:29 - ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη Ιωσιας εἰς ἀπαντὴν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν
Unchecked Copy Box2Ki 23:30 - καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ καὶ ἔλαβεν λαὸς τῆς γῆς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ
(2Ch 36:1–4 )
Unchecked Copy Box2Ki 23:31 - υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ιωαχας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λεμνα
Unchecked Copy Box2Ki 23:32 - καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
Unchecked Copy Box2Ki 23:33 - καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου
Unchecked Copy Box2Ki 23:34 - καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ᾽ αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ
(2Ch 36:5–8 )
Unchecked Copy Box2Ki 23:35 - καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τῷ Φαραω πλὴν ἐτιμογράφησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω
Unchecked Copy Box2Ki 23:36 - υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιελδαφ θυγάτηρ Φεδεϊα ἐκ Ρουμα
Unchecked Copy Box2Ki 23:37 - καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan