The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shmuel2 (2 Samuel) 6 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
(1Ch 13:1–14; 15:25—16:3 )
Unchecked Copy Box2Sa 6:1 - καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας
Unchecked Copy Box2Sa 6:2 - καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῗν ἐκεῗθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ᾽ ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβιν ἐπ᾽ αὐτῆς
Unchecked Copy Box2Sa 6:3 - καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ᾽ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν
Unchecked Copy Box2Sa 6:4 - σὺν τῇ κιβωτῷ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ
Unchecked Copy Box2Sa 6:5 - καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῗς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῗς
Unchecked Copy Box2Sa 6:6 - καὶ παραγίνονται ἕως ἅλω Νωδαβ καὶ ἐξέτεινεν Οζα τὴν χεῗρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῗν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος τοῦ κατασχεῗν αὐτήν
Unchecked Copy Box2Sa 6:7 - καὶ ἐθυμώθη κύριος τῷ Οζα καὶ ἔπαισεν αὐτὸν ἐκεῗ ὁ θεός καὶ ἀπέθανεν ἐκεῗ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ
Unchecked Copy Box2Sa 6:8 - καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῗνος διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy Box2Sa 6:9 - καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου
Unchecked Copy Box2Sa 6:10 - καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῗναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου
Unchecked Copy Box2Sa 6:11 - καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῗς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ
Unchecked Copy Box2Sa 6:12 - καὶ ἀπηγγέλη τῷ βασιλεῗ Δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ
Unchecked Copy Box2Sa 6:13 - καὶ ἦσαν μετ᾽ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα
Unchecked Copy Box2Sa 6:14 - καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον
Unchecked Copy Box2Sa 6:15 - καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος
Unchecked Copy Box2Sa 6:16 - καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς
Unchecked Copy Box2Sa 6:17 - καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυιδ καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς
Unchecked Copy Box2Sa 6:18 - καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων
Unchecked Copy Box2Sa 6:19 - καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ
Unchecked Copy Box2Sa 6:20 - καὶ ἐπέστρεψεν Δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ καὶ ἐξῆλθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῗς παιδισκῶν τῶν δούλων ἑαυτοῦ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων
Unchecked Copy Box2Sa 6:21 - καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου
Unchecked Copy Box2Sa 6:22 - καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῗος ἐν ὀφθαλμοῗς σου καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι
Unchecked Copy Box2Sa 6:23 - καὶ τῇ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῗν αὐτήν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization