LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Δανιήλ (Daniel) 11 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDan 11:1 - καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν
Unchecked Copy BoxDan 11:2 - καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι καὶ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων
Unchecked Copy BoxDan 11:3 - καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ
Unchecked Copy BoxDan 11:4 - καὶ ὡς ἂν στῇ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων
Unchecked Copy BoxDan 11:5 - καὶ ἐνισχύσει βασιλεὺς τοῦ νότου καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ᾽ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ᾽ ἐξουσίας αὐτοῦ
Unchecked Copy BoxDan 11:6 - καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ᾽ αὐτοῦ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ νεᾶνις καὶ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς
Unchecked Copy BoxDan 11:7 - καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει
Unchecked Copy BoxDan 11:8 - καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ
Unchecked Copy BoxDan 11:9 - καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ
Unchecked Copy BoxDan 11:10 - καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ
Unchecked Copy BoxDan 11:11 - καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ
Unchecked Copy BoxDan 11:12 - καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται καρδία αὐτοῦ καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει
Unchecked Copy BoxDan 11:13 - καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ
Unchecked Copy BoxDan 11:14 - καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν
Unchecked Copy BoxDan 11:15 - καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι
Unchecked Copy BoxDan 11:16 - καὶ ποιήσει εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ καὶ στήσεται ἐν γῇ τοῦ σαβι καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ
Unchecked Copy BoxDan 11:17 - καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ᾽ αὐτοῦ ποιήσει καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται
Unchecked Copy BoxDan 11:18 - καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ
Unchecked Copy BoxDan 11:19 - καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται
Unchecked Copy BoxDan 11:20 - καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ
Unchecked Copy BoxDan 11:21 - στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ ἐξουδενώθη καὶ οὐκ ἔδωκαν ἐπ᾽ αὐτὸν δόξαν βασιλείας καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν
Unchecked Copy BoxDan 11:22 - καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται καὶ ἡγούμενος διαθήκης
Unchecked Copy BoxDan 11:23 - καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει
Unchecked Copy BoxDan 11:24 - καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ᾽ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ
Unchecked Copy BoxDan 11:25 - καὶ ἐξεγερθήσεται ἰσχὺς αὐτοῦ καὶ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ καὶ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα καὶ οὐ στήσεται ὅτι λογιοῦνται ἐπ᾽ αὐτὸν λογισμούς
Unchecked Copy BoxDan 11:26 - καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν καὶ δυνάμεις κατακλύσει καὶ πεσοῦνται τραυματίαι πολλοί
Unchecked Copy BoxDan 11:27 - καὶ ἀμφότεροι οἱ βασιλεῖς αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν καὶ οὐ κατευθυνεῖ ὅτι ἔτι πέρας εἰς καιρόν
Unchecked Copy BoxDan 11:28 - καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ καὶ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ
Unchecked Copy BoxDan 11:29 - εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ καὶ οὐκ ἔσται ὡς πρώτη καὶ ὡς ἐσχάτη
Unchecked Copy BoxDan 11:30 - καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι καὶ ταπεινωθήσεται καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν
Unchecked Copy BoxDan 11:31 - καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον
Unchecked Copy BoxDan 11:32 - καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν
Unchecked Copy BoxDan 11:33 - καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν
Unchecked Copy BoxDan 11:34 - καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν καὶ προστεθήσονται ἐπ᾽ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν
Unchecked Copy BoxDan 11:35 - καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας ὅτι ἔτι εἰς καιρόν
Unchecked Copy BoxDan 11:36 - καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ὀργή εἰς γὰρ συντέλειαν γίνεται
Unchecked Copy BoxDan 11:37 - καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται
Unchecked Copy BoxDan 11:38 - καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν
Unchecked Copy BoxDan 11:39 - καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις
Unchecked Copy BoxDan 11:40 - καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου καὶ συναχθήσεται ἐπ᾽ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται
Unchecked Copy BoxDan 11:41 - καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι καὶ πολλοὶ ἀσθενήσουσιν καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων
Unchecked Copy BoxDan 11:42 - καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν
Unchecked Copy BoxDan 11:43 - καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν
Unchecked Copy BoxDan 11:44 - καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς
Unchecked Copy BoxDan 11:45 - καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον καὶ ἥξει ἕως μέρους αὐτοῦ καὶ οὐκ ἔστιν ῥυόμενος αὐτόν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan