The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Devarim (Deuteronomy) 1 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxDeu 1:1 - οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῗς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα

Unchecked Copy BoxDeu 1:2 - ἕνδεκα ἡμερῶν ἐν Χωρηβ ὁδὸς ἐπ᾽ ὄρος Σηιρ ἕως Καδης Βαρνη

Unchecked Copy BoxDeu 1:3 - καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς

Unchecked Copy BoxDeu 1:4 - μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν

Unchecked Copy BoxDeu 1:5 - ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων

Unchecked Copy BoxDeu 1:6 - κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῗν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμῗν κατοικεῗν ἐν τῷ ὄρει τούτῳ

Unchecked Copy BoxDeu 1:7 - ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῗς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου

Unchecked Copy BoxDeu 1:8 - ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῗς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῗς καὶ τῷ σπέρματι αὐτῶν μετ᾽ αὐτούς

Unchecked Copy BoxDeu 1:9 - καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς

Unchecked Copy BoxDeu 1:10 - κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει

Unchecked Copy BoxDeu 1:11 - κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῗν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς καθότι ἐλάλησεν ὑμῗν

Unchecked Copy BoxDeu 1:12 - πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν

Unchecked Copy BoxDeu 1:13 - δότε ἑαυτοῗς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν καὶ καταστήσω ἐφ᾽ ὑμῶν ἡγουμένους ὑμῶν

Unchecked Copy BoxDeu 1:14 - καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι

Unchecked Copy BoxDeu 1:15 - καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῗσθαι ἐφ᾽ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῗς τοῗς κριταῗς ὑμῶν

Unchecked Copy BoxDeu 1:16 - καὶ ἐνετειλάμην τοῗς κριταῗς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ

Unchecked Copy BoxDeu 1:17 - οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῗς οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾽ ὑμῶν ἀνοίσετε αὐτὸ ἐπ᾽ ἐμέ καὶ ἀκούσομαι αὐτό

Unchecked Copy BoxDeu 1:18 - καὶ ἐνετειλάμην ὑμῗν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε

Unchecked Copy BoxDeu 1:19 - καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους τοῦ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῗν καὶ ἤλθομεν ἕως Καδης Βαρνη

Unchecked Copy BoxDeu 1:20 - καὶ εἶπα πρὸς ὑμᾶς ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῗν

Unchecked Copy BoxDeu 1:21 - ἴδετε παραδέδωκεν ὑμῗν κύριος ὁ θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν ἀναβάντες κληρονομήσατε ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῗν μὴ φοβεῗσθε μηδὲ δειλιάσητε

Unchecked Copy BoxDeu 1:22 - καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμῗν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῗν ἀπόκρισιν τὴν ὁδόν δι᾽ ἧς ἀναβησόμεθα ἐν αὐτῇ καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς

Unchecked Copy BoxDeu 1:23 - καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας ἄνδρα ἕνα κατὰ φυλήν

Unchecked Copy BoxDeu 1:24 - καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν

Unchecked Copy BoxDeu 1:25 - καὶ ἐλάβοσαν ἐν ταῗς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῗν

Unchecked Copy BoxDeu 1:26 - καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν

Unchecked Copy BoxDeu 1:27 - καὶ διεγογγύζετε ἐν ταῗς σκηναῗς ὑμῶν καὶ εἴπατε διὰ τὸ μισεῗν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῗρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς

Unchecked Copy BoxDeu 1:28 - ποῦ ἡμεῗς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῗ

Unchecked Copy BoxDeu 1:29 - καὶ εἶπα πρὸς ὑμᾶς μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ᾽ αὐτῶν

Unchecked Copy BoxDeu 1:30 - κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾽ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ὑμῗν ἐν γῇ Αἰγύπτῳ

Unchecked Copy BoxDeu 1:31 - καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ κατὰ πᾶσαν τὴν ὁδόν ἣν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον

Unchecked Copy BoxDeu 1:32 - καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν

Unchecked Copy BoxDeu 1:33 - ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῗν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῗν τὴν ὁδόν καθ᾽ ἣν πορεύεσθε ἐπ᾽ αὐτῆς καὶ ἐν νεφέλῃ ἡμέρας

Unchecked Copy BoxDeu 1:34 - καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων

Unchecked Copy BoxDeu 1:35 - εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν ἣν ὤμοσα τοῗς πατράσιν αὐτῶν

Unchecked Copy BoxDeu 1:36 - πλὴν Χαλεβ υἱὸς Ιεφοννη οὗτος ὄψεται αὐτήν καὶ τούτῳ δώσω τὴν γῆν ἐφ᾽ ἣν ἐπέβη καὶ τοῗς υἱοῗς αὐτοῦ διὰ τὸ προσκεῗσθαι αὐτὸν τὰ πρὸς κύριον

Unchecked Copy BoxDeu 1:37 - καὶ ἐμοὶ ἐθυμώθη κύριος δι᾽ ὑμᾶς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῗ

Unchecked Copy BoxDeu 1:38 - Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὗτος εἰσελεύσεται ἐκεῗ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ

Unchecked Copy BoxDeu 1:39 - καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν οὗτοι εἰσελεύσονται ἐκεῗ καὶ τούτοις δώσω αὐτήν καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν

Unchecked Copy BoxDeu 1:40 - καὶ ὑμεῗς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης

Unchecked Copy BoxDeu 1:41 - καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν ἡμεῗς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῗν καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος

Unchecked Copy BoxDeu 1:42 - καὶ εἶπεν κύριος πρός με εἰπὸν αὐτοῗς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ᾽ ὑμῶν καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν

Unchecked Copy BoxDeu 1:43 - καὶ ἐλάλησα ὑμῗν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος

Unchecked Copy BoxDeu 1:44 - καὶ ἐξῆλθεν ὁ Αμορραῗος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῗν καὶ κατεδίωξαν ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα

Unchecked Copy BoxDeu 1:45 - καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῗν

Unchecked Copy BoxDeu 1:46 - καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization