The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Devarim (Deuteronomy) 7 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxDeu 7:1 - ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῗ κληρονομῆσαι καὶ ἐξαρεῗ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν Χετταῗον καὶ Γεργεσαῗον καὶ Αμορραῗον καὶ Χαναναῗον καὶ Φερεζαῗον καὶ Ευαῗον καὶ Ιεβουσαῗον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν
Unchecked Copy BoxDeu 7:2 - καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῗράς σου καὶ πατάξεις αὐτούς ἀφανισμῷ ἀφανιεῗς αὐτούς οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς
Unchecked Copy BoxDeu 7:3 - οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου
Unchecked Copy BoxDeu 7:4 - ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ καὶ λατρεύσει θεοῗς ἑτέροις καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεθρεύσει σε τὸ τάχος
Unchecked Copy BoxDeu 7:5 - ἀλλ᾽ οὕτως ποιήσετε αὐτοῗς τοὺς βωμοὺς αὐτῶν καθελεῗτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί
Unchecked Copy BoxDeu 7:6 - ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς
Unchecked Copy BoxDeu 7:7 - οὐχ ὅτι πολυπληθεῗτε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς ὑμεῗς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη
Unchecked Copy BoxDeu 7:8 - ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῗς πατράσιν ὑμῶν ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου
Unchecked Copy BoxDeu 7:9 - καὶ γνώσῃ ὅτι κύριος ὁ θεός σου οὗτος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῗς ἀγαπῶσιν αὐτὸν καὶ τοῗς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς
Unchecked Copy BoxDeu 7:10 - καὶ ἀποδιδοὺς τοῗς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς καὶ οὐχὶ βραδυνεῗ τοῗς μισοῦσιν κατὰ πρόσωπον ἀποδώσει αὐτοῗς
Unchecked Copy BoxDeu 7:11 - καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῗν
Unchecked Copy BoxDeu 7:12 - καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά καὶ διαφυλάξει κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῗς πατράσιν ὑμῶν
Unchecked Copy BoxDeu 7:13 - καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῗ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου τὸν σῗτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῗς πατράσιν σου δοῦναί σοι
Unchecked Copy BoxDeu 7:14 - εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμῗν ἄγονος οὐδὲ στεῗρα καὶ ἐν τοῗς κτήνεσίν σου
Unchecked Copy BoxDeu 7:15 - καὶ περιελεῗ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε
Unchecked Copy BoxDeu 7:16 - καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτοῗς καὶ οὐ λατρεύσεις τοῗς θεοῗς αὐτῶν ὅτι σκῶλον τοῦτό ἐστίν σοι
Unchecked Copy BoxDeu 7:17 - ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς
Unchecked Copy BoxDeu 7:18 - οὐ φοβηθήσῃ αὐτούς μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῷ Φαραω καὶ πᾶσι τοῗς Αἰγυπτίοις
Unchecked Copy BoxDeu 7:19 - τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημεῗα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῗνα τὴν χεῗρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῗς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν
Unchecked Copy BoxDeu 7:20 - καὶ τὰς σφηκίας ἀποστελεῗ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ
Unchecked Copy BoxDeu 7:21 - οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ἐν σοί θεὸς μέγας καὶ κραταιός
Unchecked Copy BoxDeu 7:22 - καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια
Unchecked Copy BoxDeu 7:23 - καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῗράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς
Unchecked Copy BoxDeu 7:24 - καὶ παραδώσει τοὺς βασιλεῗς αὐτῶν εἰς τὰς χεῗρας ὑμῶν καὶ ἀπολεῗται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς
Unchecked Copy BoxDeu 7:25 - τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾽ αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ μὴ πταίσῃς δι᾽ αὐτό ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν
Unchecked Copy BoxDeu 7:26 - καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο προσοχθίσματι προσοχθιεῗς καὶ βδελύγματι βδελύξῃ ὅτι ἀνάθημά ἐστιν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization