The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Esther (Esther) 1 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxEst 1:2 - ἐν αὐταῗς ταῗς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει

Unchecked Copy BoxEst 1:3 - ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ δοχὴν ἐποίησεν τοῗς φίλοις καὶ τοῗς λοιποῗς ἔθνεσιν καὶ τοῗς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῗς ἄρχουσιν τῶν σατραπῶν

Unchecked Copy BoxEst 1:4 - καὶ μετὰ ταῦτα μετὰ τὸ δεῗξαι αὐτοῗς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα

Unchecked Copy BoxEst 1:5 - ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου ἐποίησεν ὁ βασιλεὺς πότον τοῗς ἔθνεσιν τοῗς εὑρεθεῗσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως

Unchecked Copy BoxEst 1:6 - κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῗς ἐπὶ κύβοις χρυσοῗς καὶ ἀργυροῗς ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις κλῗναι χρυσαῗ καὶ ἀργυραῗ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ διαφανεῗς ποικίλως διηνθισμέναι κύκλῳ ῥόδα πεπασμένα

Unchecked Copy BoxEst 1:7 - ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων οἶνος πολὺς καὶ ἡδύς ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν

Unchecked Copy BoxEst 1:8 - ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξεν τοῗς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων

Unchecked Copy BoxEst 1:9 - καὶ Αστιν ἡ βασίλισσα ἐποίησε πότον ταῗς γυναιξὶν ἐν τοῗς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης

Unchecked Copy BoxEst 1:10 - ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαθολθα καὶ Αβαταζα καὶ Θαραβα τοῗς ἑπτὰ εὐνούχοις τοῗς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου

Unchecked Copy BoxEst 1:11 - εἰσαγαγεῗν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθεῗναι αὐτῇ τὸ διάδημα καὶ δεῗξαι αὐτὴν πᾶσιν τοῗς ἄρχουσιν καὶ τοῗς ἔθνεσιν τὸ κάλλος αὐτῆς ὅτι καλὴ ἦν

Unchecked Copy BoxEst 1:12 - καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Αστιν ἡ βασίλισσα ἐλθεῗν μετὰ τῶν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη

Unchecked Copy BoxEst 1:13 - καὶ εἶπεν τοῗς φίλοις αὐτοῦ κατὰ ταῦτα ἐλάλησεν Αστιν ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν

Unchecked Copy BoxEst 1:14 - καὶ προσῆλθεν αὐτῷ Αρκεσαιος καὶ Σαρσαθαιος καὶ Μαλησεαρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῗ

Unchecked Copy BoxEst 1:15 - καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῗ ποιῆσαι Αστιν τῇ βασιλίσσῃ ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων

Unchecked Copy BoxEst 1:16 - καὶ εἶπεν ὁ Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισσα ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως

Unchecked Copy BoxEst 1:17 - καὶ γὰρ διηγήσατο αὐτοῗς τὰ ῥήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῗπεν τῷ βασιλεῗ ὡς οὖν ἀντεῗπεν τῷ βασιλεῗ Ἀρταξέρξῃ

Unchecked Copy BoxEst 1:18 - οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῗ λεχθέντα ὑπ᾽ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν

Unchecked Copy BoxEst 1:19 - εἰ οὖν δοκεῗ τῷ βασιλεῗ προσταξάτω βασιλικόν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς

Unchecked Copy BoxEst 1:20 - καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ οὕτως πᾶσαι αἱ γυναῗκες περιθήσουσιν τιμὴν τοῗς ἀνδράσιν ἑαυτῶν ἀπὸ πτωχοῦ ἕως πλουσίου

Unchecked Copy BoxEst 1:21 - καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῗ καὶ τοῗς ἄρχουσι καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος

Unchecked Copy BoxEst 1:22 - καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτῶν ὥστε εἶναι φόβον αὐτοῗς ἐν ταῗς οἰκίαις αὐτῶν
LXX Footnotes
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1