The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yechezkel (Ezekiel) 36 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxEze 36:1 - καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῗς ὄρεσιν τοῦ Ισραηλ ἀκούσατε λόγον κυρίου

Unchecked Copy BoxEze 36:2 - τάδε λέγει κύριος κύριος ἀνθ᾽ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ᾽ ὑμᾶς εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῗν ἐγενήθη

Unchecked Copy BoxEze 36:3 - διὰ τοῦτο προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῗς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν

Unchecked Copy BoxEze 36:4 - διὰ τοῦτο ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῗς ὄρεσιν καὶ τοῗς βουνοῗς καὶ ταῗς φάραγξιν καὶ τοῗς χειμάρροις καὶ τοῗς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῗς πόλεσιν ταῗς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῗς καταλειφθεῗσιν ἔθνεσιν περικύκλῳ

Unchecked Copy BoxEze 36:5 - διὰ τοῦτο τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῗς εἰς κατάσχεσιν μετ᾽ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ

Unchecked Copy BoxEze 36:6 - διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῗς ὄρεσιν καὶ τοῗς βουνοῗς καὶ ταῗς φάραγξιν καὶ ταῗς νάπαις τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς

Unchecked Copy BoxEze 36:7 - διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῗρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται

Unchecked Copy BoxEze 36:8 - ὑμῶν δέ ὄρη Ισραηλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῗν

Unchecked Copy BoxEze 36:9 - ὅτι ἰδοὺ ἐγὼ ἐφ᾽ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ᾽ ὑμᾶς καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε

Unchecked Copy BoxEze 36:10 - καὶ πληθυνῶ ἐφ᾽ ὑμᾶς ἀνθρώπους πᾶν οἶκον Ισραηλ εἰς τέλος καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται

Unchecked Copy BoxEze 36:11 - καὶ πληθυνῶ ἐφ᾽ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος

Unchecked Copy BoxEze 36:12 - καὶ γεννήσω ἐφ᾽ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ καὶ κληρονομήσουσιν ὑμᾶς καὶ ἔσεσθε αὐτοῗς εἰς κατάσχεσιν καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ᾽ αὐτῶν

Unchecked Copy BoxEze 36:13 - τάδε λέγει κύριος κύριος ἀνθ᾽ ὧν εἶπάν σοι κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου

Unchecked Copy BoxEze 36:14 - διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι λέγει κύριος κύριος

Unchecked Copy BoxEze 36:15 - καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ᾽ ὑμᾶς ἀτιμία ἐθνῶν καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε λέγει κύριος κύριος

Unchecked Copy BoxEze 36:16 - καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxEze 36:17 - υἱὲ ἀνθρώπου οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῗς εἰδώλοις αὐτῶν καὶ ἐν ταῗς ἀκαθαρσίαις αὐτῶν κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου

Unchecked Copy BoxEze 36:18 - καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ᾽ αὐτοὺς

Unchecked Copy BoxEze 36:19 - καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς

Unchecked Copy BoxEze 36:20 - καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη οὗ εἰσήλθοσαν ἐκεῗ καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν

Unchecked Copy BoxEze 36:21 - καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῗς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῗ

Unchecked Copy BoxEze 36:22 - διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμῗν ἐγὼ ποιῶ οἶκος Ισραηλ ἀλλ᾽ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοῗς ἔθνεσιν οὗ εἰσήλθετε ἐκεῗ

Unchecked Copy BoxEze 36:23 - καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῗς ἔθνεσιν ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῗν κατ᾽ ὀφθαλμοὺς αὐτῶν

Unchecked Copy BoxEze 36:24 - καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν

Unchecked Copy BoxEze 36:25 - καὶ ῥανῶ ἐφ᾽ ὑμᾶς ὕδωρ καθαρόν καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καὶ καθαριῶ ὑμᾶς

Unchecked Copy BoxEze 36:26 - καὶ δώσω ὑμῗν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῗν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῗν καρδίαν σαρκίνην

Unchecked Copy BoxEze 36:27 - καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῗν καὶ ποιήσω ἵνα ἐν τοῗς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε

Unchecked Copy BoxEze 36:28 - καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῗς πατράσιν ὑμῶν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμῗν εἰς θεόν

Unchecked Copy BoxEze 36:29 - καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῗτον καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ᾽ ὑμᾶς λιμόν

Unchecked Copy BoxEze 36:30 - καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῗς ἔθνεσιν

Unchecked Copy BoxEze 36:31 - καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῗτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῗς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῗς βδελύγμασιν ὑμῶν

Unchecked Copy BoxEze 36:32 - οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ λέγει κύριος κύριος γνωστὸν ἔσται ὑμῗν αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ισραηλ

Unchecked Copy BoxEze 36:33 - τάδε λέγει κύριος ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν καὶ κατοικιῶ τὰς πόλεις καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι

Unchecked Copy BoxEze 36:34 - καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται ἀνθ᾽ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ᾽ ὀφθαλμοὺς παντὸς παροδεύοντος

Unchecked Copy BoxEze 36:35 - καὶ ἐροῦσιν ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν

Unchecked Copy BoxEze 36:36 - καὶ γνώσονται τὰ ἔθνη ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω

Unchecked Copy BoxEze 36:37 - τάδε λέγει κύριος ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῗς πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους

Unchecked Copy BoxEze 36:38 - ὡς πρόβατα ἅγια ὡς πρόβατα Ιερουσαλημ ἐν ταῗς ἑορταῗς αὐτῆς οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων καὶ γνώσονται ὅτι ἐγὼ κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1