The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Ezra (Ezra) 8 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxEzr 8:1 - καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾽ ἐμοῦ ἐν βασιλείᾳ Αρθασασθα τοῦ βασιλέως Βαβυλῶνος

Unchecked Copy BoxEzr 8:2 - ἀπὸ υἱῶν Φινεες Γηρσωμ ἀπὸ υἱῶν Ιθαμαρ Δανιηλ ἀπὸ υἱῶν Δαυιδ Ατους

Unchecked Copy BoxEzr 8:3 - ἀπὸ υἱῶν Σαχανια ἀπὸ υἱῶν Φορος Ζαχαριας καὶ μετ᾽ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα

Unchecked Copy BoxEzr 8:4 - ἀπὸ υἱῶν Φααθμωαβ Ελιανα υἱὸς Ζαραια καὶ μετ᾽ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:5 - ἀπὸ υἱῶν Ζαθοης Σεχενιας υἱὸς Αζιηλ καὶ μετ᾽ αὐτοῦ τριακόσιοι τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:6 - καὶ ἀπὸ υἱῶν Αδιν Ωβηθ υἱὸς Ιωναθαν καὶ μετ᾽ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:7 - καὶ ἀπὸ υἱῶν Ηλαμ Ιεσια υἱὸς Αθελια καὶ μετ᾽ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:8 - καὶ ἀπὸ υἱῶν Σαφατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ᾽ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:9 - καὶ ἀπὸ υἱῶν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ᾽ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:10 - καὶ ἀπὸ υἱῶν Βαανι Σαλιμουθ υἱὸς Ιωσεφια καὶ μετ᾽ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:11 - καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ᾽ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:12 - καὶ ἀπὸ υἱῶν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ᾽ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:13 - καὶ ἀπὸ υἱῶν Αδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Αλιφαλατ Ιιηλ καὶ Σαμαια καὶ μετ᾽ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:14 - καὶ ἀπὸ υἱῶν Βαγο Ουθι καὶ μετ᾽ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά

Unchecked Copy BoxEzr 8:15 - καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι καὶ παρενεβάλομεν ἐκεῗ ἡμέρας τρεῗς καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῗς ἱερεῦσιν καὶ ἀπὸ υἱῶν Λευι οὐχ εὗρον ἐκεῗ

Unchecked Copy BoxEzr 8:16 - καὶ ἀπέστειλα τῷ Ελεαζαρ τῷ Αριηλ τῷ Σαμαια καὶ τῷ Αλωναμ καὶ τῷ Ιαριβ καὶ τῷ Ελναθαν καὶ τῷ Ναθαν καὶ τῷ Ζαχαρια καὶ τῷ Μεσουλαμ ἄνδρας καὶ τῷ Ιωαριβ καὶ τῷ Ελναθαν συνίοντας

Unchecked Copy BoxEzr 8:17 - καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινιμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ἡμῗν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν

Unchecked Copy BoxEzr 8:18 - καὶ ἤλθοσαν ἡμῗν ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾽ ἡμᾶς ἀνὴρ σαχωλ ἀπὸ υἱῶν Μοολι υἱοῦ Λευι υἱοῦ Ισραηλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτωκαίδεκα

Unchecked Copy BoxEzr 8:19 - καὶ τὸν Ασεβια καὶ τὸν Ωσαιαν ἀπὸ υἱῶν Μεραρι ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι

Unchecked Copy BoxEzr 8:20 - καὶ ἀπὸ τῶν ναθινιμ ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν ναθινιμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν

Unchecked Copy BoxEzr 8:21 - καὶ ἐκάλεσα ἐκεῗ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμῶν ζητῆσαι παρ᾽ αὐτοῦ ὁδὸν εὐθεῗαν ἡμῗν καὶ τοῗς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν

Unchecked Copy BoxEzr 8:22 - ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῗς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ ὅτι εἴπαμεν τῷ βασιλεῗ λέγοντες χεὶρ τοῦ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν

Unchecked Copy BoxEzr 8:23 - καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου καὶ ἐπήκουσεν ἡμῗν

Unchecked Copy BoxEzr 8:24 - καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα τῷ Σαραια Ασαβια καὶ μετ᾽ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα

Unchecked Copy BoxEzr 8:25 - καὶ ἔστησα αὐτοῗς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ισραηλ οἱ εὑρισκόμενοι

Unchecked Copy BoxEzr 8:26 - καὶ ἔστησα ἐπὶ χεῗρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν

Unchecked Copy BoxEzr 8:27 - καὶ καφουρη χρυσοῗ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ

Unchecked Copy BoxEzr 8:28 - καὶ εἶπα πρὸς αὐτούς ὑμεῗς ἅγιοι τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ὑμῶν

Unchecked Copy BoxEzr 8:29 - ἀγρυπνεῗτε καὶ τηρεῗτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου

Unchecked Copy BoxEzr 8:30 - καὶ ἐδέξαντο οἱ ἱερεῗς καὶ οἱ Λευῗται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῗν εἰς Ιερουσαλημ εἰς οἶκον θεοῦ ἡμῶν

Unchecked Copy BoxEzr 8:31 - καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Αουε ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῗν εἰς Ιερουσαλημ καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφ᾽ ἡμῗν καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ

Unchecked Copy BoxEzr 8:32 - καὶ ἤλθομεν εἰς Ιερουσαλημ καὶ ἐκαθίσαμεν ἐκεῗ ἡμέρας τρεῗς

Unchecked Copy BoxEzr 8:33 - καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῗρα Μεριμωθ υἱοῦ Ουρια τοῦ ἱερέως καὶ μετ᾽ αὐτοῦ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ᾽ αὐτῶν Ιωζαβαδ υἱὸς Ἰησοῦ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευῗται

Unchecked Copy BoxEzr 8:34 - ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα καὶ ἐγράφη πᾶς ὁ σταθμός ἐν τῷ καιρῷ ἐκείνῳ

Unchecked Copy BoxEzr 8:35 - οἱ ἐλθόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ισραηλ μόσχους δώδεκα περὶ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ

Unchecked Copy BoxEzr 8:36 - καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῗς διοικηταῗς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1