The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bereishit (Genesis) 26 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxGen 26:1 - ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα

Unchecked Copy BoxGen 26:2 - ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω

Unchecked Copy BoxGen 26:3 - καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου

Unchecked Copy BoxGen 26:4 - καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς

Unchecked Copy BoxGen 26:5 - ἀνθ᾽ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου

Unchecked Copy BoxGen 26:6 - καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις

Unchecked Copy BoxGen 26:7 - ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῗν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν

Unchecked Copy BoxGen 26:8 - ἐγένετο δὲ πολυχρόνιος ἐκεῗ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ

Unchecked Copy BoxGen 26:9 - ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δι᾽ αὐτήν

Unchecked Copy BoxGen 26:10 - εἶπεν δὲ αὐτῷ Αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῗν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ᾽ ἡμᾶς ἄγνοιαν

Unchecked Copy BoxGen 26:11 - συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται

Unchecked Copy BoxGen 26:12 - ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος

Unchecked Copy BoxGen 26:13 - καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα

Unchecked Copy BoxGen 26:14 - ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ

Unchecked Copy BoxGen 26:15 - καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῗδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς

Unchecked Copy BoxGen 26:16 - εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ᾽ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα

Unchecked Copy BoxGen 26:17 - καὶ ἀπῆλθεν ἐκεῗθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῗ

Unchecked Copy BoxGen 26:18 - καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῗδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῗν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῗς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ

Unchecked Copy BoxGen 26:19 - καὶ ὤρυξαν οἱ παῗδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῗ φρέαρ ὕδατος ζῶντος

Unchecked Copy BoxGen 26:20 - καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν

Unchecked Copy BoxGen 26:21 - ἀπάρας δὲ Ισαακ ἐκεῗθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία

Unchecked Copy BoxGen 26:22 - ἀπάρας δὲ ἐκεῗθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῗν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς

Unchecked Copy BoxGen 26:23 - ἀνέβη δὲ ἐκεῗθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου

Unchecked Copy BoxGen 26:24 - καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου

Unchecked Copy BoxGen 26:25 - καὶ ᾠκοδόμησεν ἐκεῗ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῗ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῗ οἱ παῗδες Ισαακ φρέαρ

Unchecked Copy BoxGen 26:26 - καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ

Unchecked Copy BoxGen 26:27 - καὶ εἶπεν αὐτοῗς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῗς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ᾽ ὑμῶν

Unchecked Copy BoxGen 26:28 - καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην

Unchecked Copy BoxGen 26:29 - μὴ ποιήσειν μεθ᾽ ἡμῶν κακόν καθότι ἡμεῗς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ᾽ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου

Unchecked Copy BoxGen 26:30 - καὶ ἐποίησεν αὐτοῗς δοχήν καὶ ἔφαγον καὶ ἔπιον

Unchecked Copy BoxGen 26:31 - καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπῴχοντο ἀπ᾽ αὐτοῦ μετὰ σωτηρίας

Unchecked Copy BoxGen 26:32 - ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῗδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ

Unchecked Copy BoxGen 26:33 - καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας

Unchecked Copy BoxGen 26:34 - ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῗκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου

Unchecked Copy BoxGen 26:35 - καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1