The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bereishit (Genesis) 44 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxGen 44:1 - καὶ ἐνετείλατο Ιωσηφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ἆραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου

Unchecked Copy BoxGen 44:2 - καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ιωσηφ καθὼς εἶπεν

Unchecked Copy BoxGen 44:3 - τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν

Unchecked Copy BoxGen 44:4 - ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ Ιωσηφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῗς αὐτοῗς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν

Unchecked Copy BoxGen 44:5 - ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε

Unchecked Copy BoxGen 44:6 - εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῗς κατὰ τὰ ῥήματα ταῦτα

Unchecked Copy BoxGen 44:7 - οἱ δὲ εἶπον αὐτῷ ἵνα τί λαλεῗ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα μὴ γένοιτο τοῗς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο

Unchecked Copy BoxGen 44:8 - εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοῗς μαρσίπποις ἡμῶν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χανααν πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον

Unchecked Copy BoxGen 44:9 - παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου ἀποθνῃσκέτω καὶ ἡμεῗς δὲ ἐσόμεθα παῗδες τῷ κυρίῳ ἡμῶν

Unchecked Copy BoxGen 44:10 - ὁ δὲ εἶπεν καὶ νῦν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ αὐτὸς ἔσται μου παῗς ὑμεῗς δὲ ἔσεσθε καθαροί

Unchecked Copy BoxGen 44:11 - καὶ ἔσπευσαν καὶ καθεῗλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ

Unchecked Copy BoxGen 44:12 - ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν

Unchecked Copy BoxGen 44:13 - καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν

Unchecked Copy BoxGen 44:14 - εἰσῆλθεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ιωσηφ ἔτι αὐτοῦ ὄντος ἐκεῗ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν

Unchecked Copy BoxGen 44:15 - εἶπεν δὲ αὐτοῗς Ιωσηφ τί τὸ πρᾶγμα τοῦτο ὃ ἐποιήσατε οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῗται ἄνθρωπος οἷος ἐγώ

Unchecked Copy BoxGen 44:16 - εἶπεν δὲ Ιουδας τί ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῗς καὶ παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ

Unchecked Copy BoxGen 44:17 - εἶπεν δὲ Ιωσηφ μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο ὁ ἄνθρωπος παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῗς ὑμεῗς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν

Unchecked Copy BoxGen 44:18 - ἐγγίσας δὲ αὐτῷ Ιουδας εἶπεν δέομαι κύριε λαλησάτω ὁ παῗς σου ῥῆμα ἐναντίον σου καὶ μὴ θυμωθῇς τῷ παιδί σου ὅτι σὺ εἶ μετὰ Φαραω

Unchecked Copy BoxGen 44:19 - κύριε σὺ ἠρώτησας τοὺς παῗδάς σου λέγων εἰ ἔχετε πατέρα ἢ ἀδελφόν

Unchecked Copy BoxGen 44:20 - καὶ εἴπαμεν τῷ κυρίῳ ἔστιν ἡμῗν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν

Unchecked Copy BoxGen 44:21 - εἶπας δὲ τοῗς παισίν σου καταγάγετε αὐτὸν πρός με καὶ ἐπιμελοῦμαι αὐτοῦ

Unchecked Copy BoxGen 44:22 - καὶ εἴπαμεν τῷ κυρίῳ οὐ δυνήσεται τὸ παιδίον καταλιπεῗν τὸν πατέρα ἐὰν δὲ καταλίπῃ τὸν πατέρα ἀποθανεῗται

Unchecked Copy BoxGen 44:23 - σὺ δὲ εἶπας τοῗς παισίν σου ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾽ ὑμῶν οὐ προσθήσεσθε ἔτι ἰδεῗν τὸ πρόσωπόν μου

Unchecked Copy BoxGen 44:24 - ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῗδά σου πατέρα δὲ ἡμῶν ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου

Unchecked Copy BoxGen 44:25 - εἶπεν δὲ ἡμῗν ὁ πατὴρ ἡμῶν βαδίσατε πάλιν ἀγοράσατε ἡμῗν μικρὰ βρώματα

Unchecked Copy BoxGen 44:26 - ἡμεῗς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβῆναι ἀλλ᾽ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ᾽ ἡμῶν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδεῗν τὸ πρόσωπον τοῦ ἀνθρώπου τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ᾽ ἡμῶν

Unchecked Copy BoxGen 44:27 - εἶπεν δὲ ὁ παῗς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς ὑμεῗς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή

Unchecked Copy BoxGen 44:28 - καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾽ ἐμοῦ καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν

Unchecked Copy BoxGen 44:29 - ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου

Unchecked Copy BoxGen 44:30 - νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῗδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ ᾖ μεθ᾽ ἡμῶν ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς

Unchecked Copy BoxGen 44:31 - καὶ ἔσται ἐν τῷ ἰδεῗν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ᾽ ἡμῶν τελευτήσει καὶ κατάξουσιν οἱ παῗδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ᾽ ὀδύνης εἰς ᾅδου

Unchecked Copy BoxGen 44:32 - ὁ γὰρ παῗς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας

Unchecked Copy BoxGen 44:33 - νῦν οὖν παραμενῶ σοι παῗς ἀντὶ τοῦ παιδίου οἰκέτης τοῦ κυρίου τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν

Unchecked Copy BoxGen 44:34 - πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα τοῦ παιδίου μὴ ὄντος μεθ᾽ ἡμῶν ἵνα μὴ ἴδω τὰ κακά ἃ εὑρήσει τὸν πατέρα μου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1