The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Hoshaya (Hosea) 5 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxHos 5:1 - ἀκούσατε ταῦτα οἱ ἱερεῗς καὶ προσέχετε οἶκος Ισραηλ καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον

Unchecked Copy BoxHos 5:2 - ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμῶν

Unchecked Copy BoxHos 5:3 - ἐγὼ ἔγνων τὸν Εφραιμ καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ᾽ ἐμοῦ διότι νῦν ἐξεπόρνευσεν Εφραιμ ἐμιάνθη Ισραηλ

Unchecked Copy BoxHos 5:4 - οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν ὅτι πνεῦμα πορνείας ἐν αὐτοῗς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν

Unchecked Copy BoxHos 5:5 - καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ταῗς ἀδικίαις αὐτῶν καὶ ἀσθενήσει καὶ Ιουδας μετ᾽ αὐτῶν

Unchecked Copy BoxHos 5:6 - μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ᾽ αὐτῶν

Unchecked Copy BoxHos 5:7 - ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῗς νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν

Unchecked Copy BoxHos 5:8 - σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν κηρύξατε ἐν τῷ οἴκῳ Ων ἐξέστη Βενιαμιν

Unchecked Copy BoxHos 5:9 - Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῗς φυλαῗς τοῦ Ισραηλ ἔδειξα πιστά

Unchecked Copy BoxHos 5:10 - ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια ἐπ᾽ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου

Unchecked Copy BoxHos 5:11 - κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτοῦ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων

Unchecked Copy BoxHos 5:12 - καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα

Unchecked Copy BoxHos 5:13 - καὶ εἶδεν Εφραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ καὶ ἐπορεύθη Εφραιμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη

Unchecked Copy BoxHos 5:14 - διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Εφραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος

Unchecked Copy BoxHos 5:15 - πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὗ ἀφανισθῶσιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization