The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 16 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJdg 16:1 - καὶ ἐπορεύθη Σαμψων ἐκεῗθεν εἰς Γάζαν καὶ εἶδεν ἐκεῗ γυναῗκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν

Unchecked Copy BoxJdg 16:2 - καὶ ἀπηγγέλη τοῗς Γαζαίοις λέγοντες ἥκει Σαμψων ἐνταῦθα καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν

Unchecked Copy BoxJdg 16:3 - καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῗ

Unchecked Copy BoxJdg 16:4 - καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῗκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ καὶ ὄνομα αὐτῇ Δαλιλα

Unchecked Copy BoxJdg 16:5 - καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν καὶ ἡμεῗς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου

Unchecked Copy BoxJdg 16:6 - καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε

Unchecked Copy BoxJdg 16:7 - καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευραῗς ὑγραῗς μὴ ἠρημωμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων

Unchecked Copy BoxJdg 16:8 - καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῗς

Unchecked Copy BoxJdg 16:9 - καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν πρὸς αὐτόν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέρρηξεν τὰς νευράς ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ

Unchecked Copy BoxJdg 16:10 - καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ

Unchecked Copy BoxJdg 16:11 - καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῗς ἐν οἷς οὐκ ἐγενήθη ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων

Unchecked Copy BoxJdg 16:12 - καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῗς καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα

Unchecked Copy BoxJdg 16:13 - καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἕως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῗχον καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων

Unchecked Copy BoxJdg 16:14 - καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῗς πασσάλοις εἰς τὸν τοῗχον καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ

Unchecked Copy BoxJdg 16:15 - καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα πῶς ἐρεῗς ἠγάπηκά σε καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ᾽ ἐμοῦ τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη

Unchecked Copy BoxJdg 16:16 - καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῗς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον

Unchecked Copy BoxJdg 16:17 - καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου ὅτι ναζιραῗος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου καὶ ἐὰν ξυρήσωμαι ἀποστήσεται ἀπ᾽ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους

Unchecked Copy BoxJdg 16:18 - καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε τὸ ἅπαξ ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῗς χερσὶν αὐτῶν

Unchecked Copy BoxJdg 16:19 - καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐκάλεσεν τὸν κουρέα καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινοῦσθαι καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾽ αὐτοῦ

Unchecked Copy BoxJdg 16:20 - καὶ εἶπεν αὐτῷ Δαλιλα οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ᾽ αὐτοῦ

Unchecked Copy BoxJdg 16:21 - καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῗς καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς

Unchecked Copy BoxJdg 16:22 - καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῗλαι ἡνίκα ἐξυρήθη

Unchecked Copy BoxJdg 16:23 - καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν

Unchecked Copy BoxJdg 16:24 - καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν

Unchecked Copy BoxJdg 16:25 - καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων

Unchecked Copy BoxJdg 16:26 - καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ᾽ αὐτῶν καὶ ἐπιστηρίσομαι ἐπ᾽ αὐτούς ὁ δὲ παῗς ἐποίησεν οὕτως

Unchecked Copy BoxJdg 16:27 - ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν καὶ ἐκεῗ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῗκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων

Unchecked Copy BoxJdg 16:28 - καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν κύριε κύριε μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων

Unchecked Copy BoxJdg 16:29 - καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ᾽ αὐτῶν καὶ ἐπεστηρίσατο ἐπ᾽ αὐτοῗς ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ

Unchecked Copy BoxJdg 16:30 - καὶ εἶπεν Σαμψων ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων καὶ ἔκλινεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἐγένοντο οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ

Unchecked Copy BoxJdg 16:31 - καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1