The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 2 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxJdg 2:1 - καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσεν τοῗς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῗν καὶ εἶπεν ὑμῗν οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα
Unchecked Copy BoxJdg 2:2 - καὶ ὑμεῗς οὐ διαθήσεσθε διαθήκην τοῗς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῗς θεοῗς αὐτῶν οὐ μὴ προσκυνήσητε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτε ταῦτα ἐποιήσατε
Unchecked Copy BoxJdg 2:3 - καὶ ἐγὼ εἶπα οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῗν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῗν εἰς σκάνδαλον
Unchecked Copy BoxJdg 2:4 - καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ καὶ ἐπῆρεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
Unchecked Copy BoxJdg 2:5 - διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών καὶ ἔθυσαν ἐκεῗ τῷ κυρίῳ
Unchecked Copy BoxJdg 2:6 - καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἀπῆλθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν
Unchecked Copy BoxJdg 2:7 - καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν τῷ Ισραηλ
Unchecked Copy BoxJdg 2:8 - καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν
Unchecked Copy BoxJdg 2:9 - καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας
Unchecked Copy BoxJdg 2:10 - καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾽ αὐτούς ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον ὃ ἐποίησεν τῷ Ισραηλ
Unchecked Copy BoxJdg 2:11 - καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῗς Βααλιμ
Unchecked Copy BoxJdg 2:12 - καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῗς καὶ παρώργισαν τὸν κύριον
Unchecked Copy BoxJdg 2:13 - καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῗς Ἀστάρταις
Unchecked Copy BoxJdg 2:14 - καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
Unchecked Copy BoxJdg 2:15 - ἐν πᾶσιν οἷς ἐπόρνευον καὶ χεὶρ κυρίου ἦν αὐτοῗς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
Unchecked Copy BoxJdg 2:16 - καὶ ἤγειρεν αὐτοῗς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς
Unchecked Copy BoxJdg 2:17 - καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῗς καὶ παρώργισαν τὸν κύριον καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου οὐκ ἐποίησαν οὕτως
Unchecked Copy BoxJdg 2:18 - καὶ ὅτι ἤγειρεν αὐτοῗς κύριος κριτάς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς
Unchecked Copy BoxJdg 2:19 - καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῗς καὶ προσκυνεῗν αὐτοῗς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς
Unchecked Copy BoxJdg 2:20 - καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ἀνθ᾽ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῗς πατράσιν αὐτῶν καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου
Unchecked Copy BoxJdg 2:21 - καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκεν
Unchecked Copy BoxJdg 2:22 - τοῦ πειράσαι ἐν αὐτοῗς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν ἢ οὔ
Unchecked Copy BoxJdg 2:23 - καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization