The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 5 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJdg 5:1 - καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν

Unchecked Copy BoxJdg 5:2 - ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ ἐν προαιρέσει λαοῦ εὐλογεῗτε τὸν κύριον

Unchecked Copy BoxJdg 5:3 - ἀκούσατε βασιλεῗς ἐνωτίζεσθε σατράπαι δυνατοί ἐγὼ τῷ κυρίῳ ᾄσομαι ψαλῶ τῷ θεῷ Ισραηλ

Unchecked Copy BoxJdg 5:4 - κύριε ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἐξεστάθη καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ

Unchecked Copy BoxJdg 5:5 - ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ

Unchecked Copy BoxJdg 5:6 - ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῗς καὶ ἐπορεύθησαν τρίβους ἐπορεύθησαν ὁδοὺς διεστραμμένας

Unchecked Copy BoxJdg 5:7 - ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ ἐξέλιπεν ἕως οὗ ἐξανέστη Δεββωρα ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ

Unchecked Copy BoxJdg 5:8 - ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν

Unchecked Copy BoxJdg 5:9 - ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ οἱ δυνάσται τοῦ λαοῦ εὐλογεῗτε τὸν κύριον

Unchecked Copy BoxJdg 5:10 - ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων καθήμενοι ἐπὶ λαμπηνῶν

Unchecked Copy BoxJdg 5:11 - φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκεῗ δώσουσιν δικαιοσύνην κυρίῳ δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου

Unchecked Copy BoxJdg 5:12 - ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξέγειρον μυριάδας μετὰ λαοῦ ἐξεγείρου ἐξεγείρου λάλει μετ᾽ ᾠδῆς ἐνισχύων ἐξανίστασο Βαρακ καὶ ἐνίσχυσον Δεββωρα τὸν Βαρακ αἰχμαλώτιζε αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ

Unchecked Copy BoxJdg 5:13 - πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ κύριε ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου

Unchecked Copy BoxJdg 5:14 - λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῗς σου ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῗς ἐκεῗθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως

Unchecked Copy BoxJdg 5:15 - ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα ἵνα τί σὺ κατοικεῗς ἐν μέσῳ χειλέων ἐξέτεινεν ἐν τοῗς ποσὶν αὐτοῦ ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας

Unchecked Copy BoxJdg 5:16 - ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων τοῦ διελθεῗν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας

Unchecked Copy BoxJdg 5:17 - Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν καὶ Δαν ἵνα τί παροικεῗ πλοίοις Ασηρ παρῴκησεν παρ᾽ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν

Unchecked Copy BoxJdg 5:18 - Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ

Unchecked Copy BoxJdg 5:19 - ἦλθον βασιλεῗς καὶ παρετάξαντο τότε ἐπολέμησαν βασιλεῗς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον

Unchecked Copy BoxJdg 5:20 - ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα

Unchecked Copy BoxJdg 5:21 - χειμάρρους Κισων ἐξέβαλεν αὐτούς χειμάρρους καδημιμ χειμάρρους Κισων καταπατήσει αὐτοὺς ψυχή μου δυνατή

Unchecked Copy BoxJdg 5:22 - τότε ἀπεκόπησαν πτέρναι ἵππου αμαδαρωθ δυνατῶν αὐτοῦ

Unchecked Copy BoxJdg 5:23 - καταράσασθε Μαρωζ εἶπεν ὁ ἄγγελος κυρίου καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῗς δυνατός

Unchecked Copy BoxJdg 5:24 - εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη

Unchecked Copy BoxJdg 5:25 - ὕδωρ ᾔτησεν αὐτήν καὶ γάλα ἔδωκεν αὐτῷ ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον

Unchecked Copy BoxJdg 5:26 - τὴν χεῗρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ

Unchecked Copy BoxJdg 5:27 - ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς ἐν ᾧ ἔκαμψεν ἐκεῗ ἔπεσεν ταλαίπωρος

Unchecked Copy BoxJdg 5:28 - διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ

Unchecked Copy BoxJdg 5:29 - σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς

Unchecked Copy BoxJdg 5:30 - οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ σκῦλα βαμμάτων Σισαρα σκῦλα βαμμάτων ποικιλίας βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον

Unchecked Copy BoxJdg 5:31 - οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1