Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yermiyahu (Jeremiah) 19 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxJer 19:1 - τότε εἶπεν κύριος πρός με βάδισον καὶ κτῆσαι βῗκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων
Unchecked Copy BoxJer 19:2 - καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ καὶ ἀνάγνωθι ἐκεῗ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ
Unchecked Copy BoxJer 19:3 - καὶ ἐρεῗς αὐτοῗς ἀκούσατε τὸν λόγον κυρίου βασιλεῗς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῗς πύλαις ταύταις τάδε λέγει κύριος θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
Unchecked Copy BoxJer 19:4 - ἀνθ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῗς ἀλλοτρίοις οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ βασιλεῗς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων
Unchecked Copy BoxJer 19:5 - καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου
Unchecked Copy BoxJer 19:6 - διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱοῦ Εννομ ἀλλ᾽ πολυάνδριον τῆς σφαγῆς
Unchecked Copy BoxJer 19:7 - καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῗς πετεινοῗς τοῦ οὐρανοῦ καὶ τοῗς θηρίοις τῆς γῆς
Unchecked Copy BoxJer 19:8 - καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πᾶς παραπορευόμενος ἐπ᾽ αὐτῆς σκυθρωπάσει καὶ συριεῗ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς
Unchecked Copy BoxJer 19:9 - καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
Unchecked Copy BoxJer 19:10 - καὶ συντρίψεις τὸν βῗκον κατ᾽ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ
Unchecked Copy BoxJer 19:11 - καὶ ἐρεῗς τάδε λέγει κύριος οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον οὐ δυνήσεται ἰαθῆναι ἔτι
Unchecked Copy BoxJer 19:12 - οὕτως ποιήσω λέγει κύριος τῷ τόπῳ τούτῳ καὶ τοῗς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν
Unchecked Copy BoxJer 19:13 - καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καθὼς τόπος διαπίπτων τῶν ἀκαθαρσιῶν ἐν πάσαις ταῗς οἰκίαις ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῗς ἀλλοτρίοις
Unchecked Copy BoxJer 19:14 - καὶ ἦλθεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῗ τοῦ προφητεῦσαι καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν
Unchecked Copy BoxJer 19:15 - τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά ἐλάλησα ἐπ᾽ αὐτήν ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.


Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Blue Letter Bible is a 501(c)(3) nonprofit organization