The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yermiyahu (Jeremiah) 32 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJer 32:1 - (LXX 39:1ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῗ Σεδεκια οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῗ Ναβουχοδονοσορ βασιλεῗ Βαβυλῶνος

Unchecked Copy BoxJer 32:2 - (LXX 39:2καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως

Unchecked Copy BoxJer 32:3 - (LXX 39:3ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν

Unchecked Copy BoxJer 32:4 - (LXX 39:4καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χεῗρας βασιλέως Βαβυλῶνος καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται

Unchecked Copy BoxJer 32:5 - (LXX 39:5καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῗ καθιεῗται

Unchecked Copy BoxJer 32:6 - (LXX 39:6καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων

Unchecked Copy BoxJer 32:7 - (LXX 39:7ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβεῗν εἰς κτῆσιν

Unchecked Copy BoxJer 32:8 - (LXX 39:8καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν

Unchecked Copy BoxJer 32:9 - (LXX 39:9καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου

Unchecked Copy BoxJer 32:10 - (LXX 39:10καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ

Unchecked Copy BoxJer 32:11 - (LXX 39:11καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον

Unchecked Copy BoxJer 32:12 - (LXX 39:12καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ᾽ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς

Unchecked Copy BoxJer 32:13 - (LXX 39:13καὶ συνέταξα τῷ Βαρουχ κατ᾽ ὀφθαλμοὺς αὐτῶν λέγων

Unchecked Copy BoxJer 32:14 - (LXX 39:14οὕτως εἶπεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῗον ὀστράκινον ἵνα διαμείνῃ ἡμέρας πλείους

Unchecked Copy BoxJer 32:15 - (LXX 39:15ὅτι οὕτως εἶπεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ

Unchecked Copy BoxJer 32:16 - (LXX 39:16καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων

Unchecked Copy BoxJer 32:17 - (LXX 39:17ὦ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν

Unchecked Copy BoxJer 32:18 - (LXX 39:18ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός

Unchecked Copy BoxJer 32:19 - (LXX 39:19κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῗς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ

Unchecked Copy BoxJer 32:20 - (LXX 39:20ὃς ἐποίησας σημεῗα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῗς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

Unchecked Copy BoxJer 32:21 - (LXX 39:21καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις

Unchecked Copy BoxJer 32:22 - (LXX 39:22καὶ ἔδωκας αὐτοῗς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῗς πατράσιν αὐτῶν γῆν ῥέουσαν γάλα καὶ μέλι

Unchecked Copy BoxJer 32:23 - (LXX 39:23καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῗς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῗς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῗς πάντα τὰ κακὰ ταῦτα

Unchecked Copy BoxJer 32:24 - (LXX 39:24ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῗν αὐτήν καὶ ἡ πόλις ἐδόθη εἰς χεῗρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ ὡς ἐλάλησας οὕτως ἐγένετο

Unchecked Copy BoxJer 32:25 - (LXX 39:25καὶ σὺ λέγεις πρός με κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χεῗρας Χαλδαίων

Unchecked Copy BoxJer 32:26 - (LXX 39:26καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxJer 32:27 - (LXX 39:27ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι

Unchecked Copy BoxJer 32:28 - (LXX 39:28διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ δοθεῗσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῗρας βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν

Unchecked Copy BoxJer 32:29 - (LXX 39:29καὶ ἥξουσιν οἱ Χαλδαῗοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῗς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με

Unchecked Copy BoxJer 32:30 - (LXX 39:30ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾽ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν

Unchecked Copy BoxJer 32:31 - (LXX 39:31ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη ἀφ᾽ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου

Unchecked Copy BoxJer 32:32 - (LXX 39:32διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῗς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῗς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ

Unchecked Copy BoxJer 32:33 - (LXX 39:33καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβεῗν παιδείαν

Unchecked Copy BoxJer 32:34 - (LXX 39:34καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ ἐν ἀκαθαρσίαις αὐτῶν

Unchecked Copy BoxJer 32:35 - (LXX 39:35καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῗ ἃ οὐ συνέταξα αὐτοῗς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῗν τὸν Ιουδαν

Unchecked Copy BoxJer 32:36 - (LXX 39:36καὶ νῦν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις παραδοθήσεται εἰς χεῗρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ

Unchecked Copy BoxJer 32:37 - (LXX 39:37ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῗ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας

Unchecked Copy BoxJer 32:38 - (LXX 39:38καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῗς εἰς θεόν

Unchecked Copy BoxJer 32:39 - (LXX 39:39καὶ δώσω αὐτοῗς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῗς καὶ τοῗς τέκνοις αὐτῶν μετ᾽ αὐτούς

Unchecked Copy BoxJer 32:40 - (LXX 39:40καὶ διαθήσομαι αὐτοῗς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾽ ἐμοῦ

Unchecked Copy BoxJer 32:41 - (LXX 39:41καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ

Unchecked Copy BoxJer 32:42 - (LXX 39:42ὅτι οὕτως εἶπεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα οὕτως ἐγὼ ἐπάξω ἐπ᾽ αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ᾽ αὐτούς

Unchecked Copy BoxJer 32:43 - (LXX 39:43καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ ᾗ σὺ λέγεις ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῗρας Χαλδαίων

Unchecked Copy BoxJer 32:44 - (LXX 39:44καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1