The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yermiyahu (Jeremiah) 36 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJer 36:1 - (LXX 43:1καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxJer 36:2 - (LXX 43:2λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ᾽ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ᾽ ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ᾽ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης

Unchecked Copy BoxJer 36:3 - (LXX 43:3ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῗς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῗς ἀδικίαις αὐτῶν καὶ ταῗς ἁμαρτίαις αὐτῶν

Unchecked Copy BoxJer 36:4 - (LXX 43:4καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου

Unchecked Copy BoxJer 36:5 - (LXX 43:5καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῗν εἰς οἶκον κυρίου

Unchecked Copy BoxJer 36:6 - (LXX 43:6καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῗς

Unchecked Copy BoxJer 36:7 - (LXX 43:7ἴσως πεσεῗται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον

Unchecked Copy BoxJer 36:8 - (LXX 43:8καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου

Unchecked Copy BoxJer 36:9 - (LXX 43:9καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῗ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα

Unchecked Copy BoxJer 36:10 - (LXX 43:10καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ

Unchecked Copy BoxJer 36:11 - (LXX 43:11καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου

Unchecked Copy BoxJer 36:12 - (LXX 43:12καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῗ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες

Unchecked Copy BoxJer 36:13 - (LXX 43:13καὶ ἀνήγγειλεν αὐτοῗς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ

Unchecked Copy BoxJer 36:14 - (LXX 43:14καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῗρά σου καὶ ἧκε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς

Unchecked Copy BoxJer 36:15 - (LXX 43:15καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαρουχ

Unchecked Copy BoxJer 36:16 - (LXX 43:16καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῗ ἅπαντας τοὺς λόγους τούτους

Unchecked Copy BoxJer 36:17 - (LXX 43:17καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους

Unchecked Copy BoxJer 36:18 - (LXX 43:18καὶ εἶπεν Βαρουχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ

Unchecked Copy BoxJer 36:19 - (LXX 43:19καὶ εἶπαν τῷ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῗς

Unchecked Copy BoxJer 36:20 - (LXX 43:20καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ελισαμα καὶ ἀνήγγειλαν τῷ βασιλεῗ πάντας τοὺς λόγους

Unchecked Copy BoxJer 36:21 - (LXX 43:21καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῗν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα

Unchecked Copy BoxJer 36:22 - (LXX 43:22καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ

Unchecked Copy BoxJer 36:23 - (LXX 43:23καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρεῗς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας

Unchecked Copy BoxJer 36:24 - (LXX 43:24καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῗδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους

Unchecked Copy BoxJer 36:25 - (LXX 43:25καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τῷ βασιλεῗ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον

Unchecked Copy BoxJer 36:26 - (LXX 43:26καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραια υἱῷ Εσριηλ συλλαβεῗν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν καὶ κατεκρύβησαν

Unchecked Copy BoxJer 36:27 - (LXX 43:27καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου λέγων

Unchecked Copy BoxJer 36:28 - (LXX 43:28πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ

Unchecked Copy BoxJer 36:29 - (LXX 43:29καὶ ἐρεῗς οὕτως εἶπεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων διὰ τί ἔγραψας ἐπ᾽ αὐτῷ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην καὶ ἐκλείψει ἀπ᾽ αὐτῆς ἄνθρωπος καὶ κτήνη

Unchecked Copy BoxJer 36:30 - (LXX 43:30διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαῗον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός

Unchecked Copy BoxJer 36:31 - (LXX 43:31καὶ ἐπισκέψομαι ἐπ᾽ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῗδας αὐτοῦ καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν

Unchecked Copy BoxJer 36:32 - (LXX 43:32καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ᾽ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1