LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 21 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 21:1 - ὑπολαβὼν δὲ Ιωβ λέγει
Unchecked Copy BoxJob 21:2 - ἀκούσατε ἀκούσατέ μου τῶν λόγων ἵνα μὴ μοι παρ᾽ ὑμῶν αὕτη παράκλησις
Unchecked Copy BoxJob 21:3 - ἄρατέ με ἐγὼ δὲ λαλήσω εἶτ᾽ οὐ καταγελάσετέ μου
Unchecked Copy BoxJob 21:4 - τί γάρ μὴ ἀνθρώπου μου ἔλεγξις διὰ τί οὐ θυμωθήσομαι
Unchecked Copy BoxJob 21:5 - εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι
Unchecked Copy BoxJob 21:6 - ἐάν τε γὰρ μνησθῶ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι
Unchecked Copy BoxJob 21:7 - διὰ τί ἀσεβεῖς ζῶσιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ
Unchecked Copy BoxJob 21:8 - σπόρος αὐτῶν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς
Unchecked Copy BoxJob 21:9 - οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν φόβος δὲ οὐδαμοῦ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ᾽ αὐτοῖς
Unchecked Copy BoxJob 21:10 - βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν
Unchecked Copy BoxJob 21:11 - μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
Unchecked Copy BoxJob 21:12 - ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ
Unchecked Copy BoxJob 21:13 - συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν
Unchecked Copy BoxJob 21:14 - λέγει δὲ κυρίῳ ἀπόστα ἀπ᾽ ἐμοῦ ὁδούς σου εἰδέναι οὐ βούλομαι
Unchecked Copy BoxJob 21:15 - τί ἱκανός ὅτι δουλεύσομεν αὐτῷ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτῷ
Unchecked Copy BoxJob 21:16 - ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ
Unchecked Copy BoxJob 21:17 - οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοῖς καταστροφή ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς
Unchecked Copy BoxJob 21:18 - ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ὥσπερ κονιορτός ὃν ὑφείλατο λαῖλαψ
Unchecked Copy BoxJob 21:19 - ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται
Unchecked Copy BoxJob 21:20 - ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη
Unchecked Copy BoxJob 21:21 - ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾽ αὐτόν καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν
Unchecked Copy BoxJob 21:22 - πότερον οὐχὶ κύριός ἐστιν διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινεῖ
Unchecked Copy BoxJob 21:23 - οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν
Unchecked Copy BoxJob 21:24 - τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος μυελὸς δὲ αὐτοῦ διαχεῖται
Unchecked Copy BoxJob 21:25 - δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν
Unchecked Copy BoxJob 21:26 - ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν
Unchecked Copy BoxJob 21:27 - ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι
Unchecked Copy BoxJob 21:28 - ὅτι ἐρεῖτε ποῦ ἐστιν οἶκος ἄρχοντος καὶ ποῦ ἐστιν σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν
Unchecked Copy BoxJob 21:29 - ἐρωτήσατε παραπορευομένους ὁδόν καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε
Unchecked Copy BoxJob 21:30 - ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται πονηρός εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται
Unchecked Copy BoxJob 21:31 - τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτῷ
Unchecked Copy BoxJob 21:32 - καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῷ ἠγρύπνησεν
Unchecked Copy BoxJob 21:33 - ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι
Unchecked Copy BoxJob 21:34 - πῶς δὲ παρακαλεῖτέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾽ ὑμῶν οὐδέν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan