LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιώβ (Job) 33 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 33:1 - οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου
Unchecked Copy BoxJob 33:2 - ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν γλῶσσά μου
Unchecked Copy BoxJob 33:3 - καθαρά μου καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει
Unchecked Copy BoxJob 33:4 - πνεῦμα θεῖον τὸ ποιῆσάν με πνοὴ δὲ παντοκράτορος διδάσκουσά με
Unchecked Copy BoxJob 33:5 - ἐὰν δύνῃ δός μοι ἀπόκρισιν πρὸς ταῦτα ὑπόμεινον στῆθι κατ᾽ ἐμὲ καὶ ἐγὼ κατὰ σέ
Unchecked Copy BoxJob 33:6 - ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα
Unchecked Copy BoxJob 33:7 - οὐχ φόβος μού σε στροβήσει οὐδὲ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί
Unchecked Copy BoxJob 33:8 - πλὴν εἶπας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα
Unchecked Copy BoxJob 33:9 - διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα
Unchecked Copy BoxJob 33:10 - μέμψιν δὲ κατ᾽ ἐμοῦ εὗρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον
Unchecked Copy BoxJob 33:11 - ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς
Unchecked Copy BoxJob 33:12 - πῶς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ἐπάνω βροτῶν
Unchecked Copy BoxJob 33:13 - λέγεις δέ διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα
Unchecked Copy BoxJob 33:14 - ἐν γὰρ τῷ ἅπαξ λαλήσαι κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον
Unchecked Copy BoxJob 33:15 - ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ᾽ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης
Unchecked Copy BoxJob 33:16 - τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν
Unchecked Copy BoxJob 33:17 - ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο
Unchecked Copy BoxJob 33:18 - ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ
Unchecked Copy BoxJob 33:19 - πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν
Unchecked Copy BoxJob 33:20 - πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει
Unchecked Copy BoxJob 33:21 - ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά
Unchecked Copy BoxJob 33:22 - ἤγγισεν δὲ εἰς θάνατον ψυχὴ αὐτοῦ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ
Unchecked Copy BoxJob 33:23 - ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ
Unchecked Copy BoxJob 33:24 - ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ
Unchecked Copy BoxJob 33:25 - ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις
Unchecked Copy BoxJob 33:26 - εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην
Unchecked Copy BoxJob 33:27 - εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον
Unchecked Copy BoxJob 33:28 - σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν καὶ ζωή μου φῶς ὄψεται
Unchecked Copy BoxJob 33:29 - ἰδοὺ πάντα ταῦτα ἐργᾶται ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός
Unchecked Copy BoxJob 33:30 - ἀλλ᾽ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν
Unchecked Copy BoxJob 33:31 - ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω
Unchecked Copy BoxJob 33:32 - εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθῆναί σε
Unchecked Copy BoxJob 33:33 - εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Job Chapter 33 — Additional Translations: