LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 38 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Gen 1:1–10 )
Unchecked Copy BoxJob 38:1 - μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν
Unchecked Copy BoxJob 38:2 - τίς οὗτος κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ δὲ οἴεται κρύπτειν
Unchecked Copy BoxJob 38:3 - ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
Unchecked Copy BoxJob 38:4 - ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν
Unchecked Copy BoxJob 38:5 - τίς ἔθετο τὰ μέτρα αὐτῆς εἰ οἶδας τίς ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς
Unchecked Copy BoxJob 38:6 - ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς
Unchecked Copy BoxJob 38:7 - ὅτε ἐγενήθησαν ἄστρα ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου
Unchecked Copy BoxJob 38:8 - ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη
Unchecked Copy BoxJob 38:9 - ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα
Unchecked Copy BoxJob 38:10 - ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας
Unchecked Copy BoxJob 38:11 - εἶπα δὲ αὐτῇ μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα
Unchecked Copy BoxJob 38:12 - ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν
Unchecked Copy BoxJob 38:13 - ἐπιλαβέσθαι πτερύγων γῆς ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς
Unchecked Copy BoxJob 38:14 - σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς
Unchecked Copy BoxJob 38:15 - ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας
Unchecked Copy BoxJob 38:16 - ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας
Unchecked Copy BoxJob 38:17 - ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν
Unchecked Copy BoxJob 38:18 - νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾽ οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν
Unchecked Copy BoxJob 38:19 - ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς σκότους δὲ ποῖος τόπος
Unchecked Copy BoxJob 38:20 - εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν
Unchecked Copy BoxJob 38:21 - οἶδα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτῶν σου πολύς
Unchecked Copy BoxJob 38:22 - ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας
Unchecked Copy BoxJob 38:23 - ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμου καὶ μάχης
Unchecked Copy BoxJob 38:24 - πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾽ οὐρανόν
Unchecked Copy BoxJob 38:25 - τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν ὁδὸν δὲ κυδοιμῶν
Unchecked Copy BoxJob 38:26 - τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ
Unchecked Copy BoxJob 38:27 - τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης
Unchecked Copy BoxJob 38:28 - τίς ἐστιν ὑετοῦ πατήρ τίς δέ ἐστιν τετοκὼς βώλους δρόσου
Unchecked Copy BoxJob 38:29 - ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν
Unchecked Copy BoxJob 38:30 - καταβαίνει ὥσπερ ὕδωρ ῥέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν
Unchecked Copy BoxJob 38:31 - συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας
Unchecked Copy BoxJob 38:32 - διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά
Unchecked Copy BoxJob 38:33 - ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ τὰ ὑπ᾽ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα
Unchecked Copy BoxJob 38:34 - καλέσεις δὲ νέφος φωνῇ καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου
Unchecked Copy BoxJob 38:35 - ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται ἐροῦσιν δέ σοι τί ἐστιν
Unchecked Copy BoxJob 38:36 - τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ποικιλτικὴν ἐπιστήμην
Unchecked Copy BoxJob 38:37 - τίς δὲ ἀριθμῶν νέφη σοφίᾳ οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν
Unchecked Copy BoxJob 38:38 - κέχυται δὲ ὥσπερ γῆ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον
Unchecked Copy BoxJob 38:39 - θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις
Unchecked Copy BoxJob 38:40 - δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες
Unchecked Copy BoxJob 38:41 - τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan