LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ψαλμοί (Job) 40 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJob 40:1 - καὶ ἀπεκρίθη κύριος θεὸς τῷ Ιωβ καὶ εἶπεν
Unchecked Copy BoxJob 40:2 - μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν
Unchecked Copy BoxJob 40:3 - ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Unchecked Copy BoxJob 40:4 - τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου
Unchecked Copy BoxJob 40:5 - ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω
Unchecked Copy BoxJob 40:6 - ἔτι δὲ ὑπολαβὼν κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
Unchecked Copy BoxJob 40:7 - μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
Unchecked Copy BoxJob 40:8 - μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἵνα ἀναφανῇς δίκαιος
Unchecked Copy BoxJob 40:9 - βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου φωνῇ κατ᾽ αὐτὸν βροντᾷς
Unchecked Copy BoxJob 40:10 - ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι
Unchecked Copy BoxJob 40:11 - ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον
Unchecked Copy BoxJob 40:12 - ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα
Unchecked Copy BoxJob 40:13 - κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον
Unchecked Copy BoxJob 40:14 - ὁμολογήσω ἄρα ὅτι δύναται δεξιά σου σῶσαι
Unchecked Copy BoxJob 40:15 - ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει
Unchecked Copy BoxJob 40:16 - ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾽ ὀσφύι δὲ δύναμις ἐπ᾽ ὀμφαλοῦ γαστρός
Unchecked Copy BoxJob 40:17 - ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται
Unchecked Copy BoxJob 40:18 - αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός
Unchecked Copy BoxJob 40:19 - τοῦτ᾽ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ
Unchecked Copy BoxJob 40:20 - ἐπελθὼν δὲ ἐπ᾽ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ
Unchecked Copy BoxJob 40:21 - ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον
Unchecked Copy BoxJob 40:22 - σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου
Unchecked Copy BoxJob 40:23 - ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ
Unchecked Copy BoxJob 40:24 - ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan