LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιησούς του Ναυή (Joshua) 19 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJos 19:1 - καὶ ἐξῆλθεν δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα
Unchecked Copy BoxJos 19:2 - καὶ ἐγενήθη κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
Unchecked Copy BoxJos 19:3 - καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
Unchecked Copy BoxJos 19:4 - καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
Unchecked Copy BoxJos 19:5 - καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
Unchecked Copy BoxJos 19:6 - καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν
Unchecked Copy BoxJos 19:7 - Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
Unchecked Copy BoxJos 19:8 - κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν
Unchecked Copy BoxJos 19:9 - ἀπὸ τοῦ κλήρου Ιουδα κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν
Unchecked Copy BoxJos 19:10 - καὶ ἐξῆλθεν κλῆρος τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ
Unchecked Copy BoxJos 19:11 - Γωλα ὅρια αὐτῶν θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἐστιν κατὰ πρόσωπον Ιεκμαν
Unchecked Copy BoxJos 19:12 - καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ᾽ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
Unchecked Copy BoxJos 19:13 - καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ᾽ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
Unchecked Copy BoxJos 19:14 - καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ
Unchecked Copy BoxJos 19:15 - καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν
Unchecked Copy BoxJos 19:16 - αὕτη κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
Unchecked Copy BoxJos 19:17 - καὶ τῷ Ισσαχαρ ἐξῆλθεν κλῆρος τέταρτος
Unchecked Copy BoxJos 19:18 - καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
Unchecked Copy BoxJos 19:19 - καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
Unchecked Copy BoxJos 19:20 - καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
Unchecked Copy BoxJos 19:21 - καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης
Unchecked Copy BoxJos 19:22 - καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτοῦ διέξοδος τῶν ὁρίων Ιορδάνης
Unchecked Copy BoxJos 19:23 - αὕτη κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
Unchecked Copy BoxJos 19:24 - καὶ ἐξῆλθεν κλῆρος πέμπτος Ασηρ
Unchecked Copy BoxJos 19:25 - καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
Unchecked Copy BoxJos 19:26 - καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ
Unchecked Copy BoxJos 19:27 - καὶ ἐπιστρέψει ἀπ᾽ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
Unchecked Copy BoxJos 19:28 - καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης
Unchecked Copy BoxJos 19:29 - καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται διέξοδος αὐτοῦ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
Unchecked Copy BoxJos 19:30 - καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ
Unchecked Copy BoxJos 19:31 - αὕτη κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
Unchecked Copy BoxJos 19:32 - καὶ τῷ Νεφθαλι ἐξῆλθεν κλῆρος ἕκτος
Unchecked Copy BoxJos 19:33 - καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ιορδάνης
Unchecked Copy BoxJos 19:34 - καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ Ιορδάνης ἀπ᾽ ἀνατολῶν ἡλίου
Unchecked Copy BoxJos 19:35 - καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ
Unchecked Copy BoxJos 19:36 - καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
Unchecked Copy BoxJos 19:37 - καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
Unchecked Copy BoxJos 19:38 - καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς
Unchecked Copy BoxJos 19:39 - αὕτη κληρονομία φυλῆς υἱῶν Νεφθαλι
Unchecked Copy BoxJos 19:40 - καὶ τῷ Δαν ἐξῆλθεν κλῆρος ἕβδομος
Unchecked Copy BoxJos 19:41 - καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς
Unchecked Copy BoxJos 19:42 - καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
Unchecked Copy BoxJos 19:43 - καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
Unchecked Copy BoxJos 19:44 - καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
Unchecked Copy BoxJos 19:45 - καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων
Unchecked Copy BoxJos 19:46 - καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης
Unchecked Copy BoxJos 19:47 - (LXX 19:48)καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ (19:48a)καὶ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη χεὶρ τοῦ Εφραιμ ἐπ᾽ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον
Unchecked Copy BoxJos 19:48 - (LXX 19:47)αὕτη κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν (19:47)καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ᾽ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν
Unchecked Copy BoxJos 19:49 - καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
Unchecked Copy BoxJos 19:50 - διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ
Unchecked Copy BoxJos 19:51 - αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ἱερεὺς καὶ Ἰησοῦς τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan