LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιωνάς (Micah) 2 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxMic 2:1 - (LXX 2:1)ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά διότι οὐκ ἦραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν
Unchecked Copy BoxMic 2:2 - (LXX 2:2)καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ
Unchecked Copy BoxMic 2:3 - (LXX 2:3)διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης ὅτι καιρὸς πονηρός ἐστιν
Unchecked Copy BoxMic 2:4 - (LXX 2:4)ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφ᾽ ὑμᾶς παραβολή καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ καὶ οὐκ ἦν κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν
Unchecked Copy BoxMic 2:5 - (LXX 2:5)διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου
Unchecked Copy BoxMic 2:6 - (LXX 2:6)μὴ κλαίετε δάκρυσιν μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οὐ γὰρ ἀπώσεται ὀνείδη
Unchecked Copy BoxMic 2:7 - (LXX 2:7) λέγων οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ᾽ αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται
Unchecked Copy BoxMic 2:8 - (LXX 2:8)καὶ ἔμπροσθεν λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου
Unchecked Copy BoxMic 2:9 - (LXX 2:9)διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις
Unchecked Copy BoxMic 2:10 - (LXX 2:10)ἀνάστηθι καὶ πορεύου ὅτι οὐκ ἔστιν σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ
Unchecked Copy BoxMic 2:11 - (LXX 2:11)κατεδιώχθητε οὐδενὸς διώκοντος πνεῦμα ἔστησεν ψεῦδος ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου
Unchecked Copy BoxMic 2:12 - (LXX 2:12)συναγόμενος συναχθήσεται Ιακωβ σὺν πᾶσιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν ὡς πρόβατα ἐν θλίψει ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων
Unchecked Copy BoxMic 2:13 - (LXX 2:13)διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δι᾽ αὐτῆς καὶ ἐξῆλθεν βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν δὲ κύριος ἡγήσεται αὐτῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan