The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Nechemia (Nehemiah) 12 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxNeh 12:1 - καὶ οὗτοι οἱ ἱερεῗς καὶ οἱ Λευῗται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα

Unchecked Copy BoxNeh 12:2 - Αμαρια Μαλουχ

Unchecked Copy BoxNeh 12:3 - Σεχενια

Unchecked Copy BoxNeh 12:7 - οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ

Unchecked Copy BoxNeh 12:8 - καὶ οἱ Λευῗται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ

Unchecked Copy BoxNeh 12:9 - εἰς τὰς ἐφημερίας

Unchecked Copy BoxNeh 12:10 - καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε

Unchecked Copy BoxNeh 12:11 - καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου

Unchecked Copy BoxNeh 12:12 - καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῗς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια

Unchecked Copy BoxNeh 12:13 - τῷ Εσδρα Μεσουλαμ τῷ Αμαρια Ιωαναν

Unchecked Copy BoxNeh 12:14 - τῷ Μαλουχ Ιωναθαν τῷ Σεχενια Ιωσηφ

Unchecked Copy BoxNeh 12:15 - τῷ Αρεμ Αδνας τῷ Μαριωθ Ελκαι

Unchecked Copy BoxNeh 12:16 - τῷ Αδδαι Ζαχαριας τῷ Γαναθων Μοσολλαμ

Unchecked Copy BoxNeh 12:17 - τῷ Αβια Ζεχρι τῷ Βενιαμιν ἐν καιροῗς τῷ Φελητι

Unchecked Copy BoxNeh 12:18 - τῷ Βαλγα Σαμουε τῷ Σεμεια Ιωναθαν

Unchecked Copy BoxNeh 12:19 - τῷ Ιωιαριβ Μαθθαναι τῷ Ιδια Οζι

Unchecked Copy BoxNeh 12:20 - τῷ Σαλλαι Καλλαι τῷ Αμουκ Αβεδ

Unchecked Copy BoxNeh 12:21 - τῷ Ελκια Ασαβιας τῷ Ιεδεϊου Ναθαναηλ

Unchecked Copy BoxNeh 12:22 - οἱ Λευῗται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῗς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου

Unchecked Copy BoxNeh 12:23 - υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ

Unchecked Copy BoxNeh 12:24 - καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῗν καὶ αἰνεῗν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

Unchecked Copy BoxNeh 12:25 - ἐν τῷ συναγαγεῗν με τοὺς πυλωροὺς

Unchecked Copy BoxNeh 12:26 - ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς

Unchecked Copy BoxNeh 12:27 - καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῗς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῗς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι

Unchecked Copy BoxNeh 12:28 - καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων

Unchecked Copy BoxNeh 12:29 - καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῗς οἱ ᾄδοντες ἐν Ιερουσαλημ

Unchecked Copy BoxNeh 12:30 - καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῗς καὶ οἱ Λευῗται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῗχος

Unchecked Copy BoxNeh 12:31 - καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας

Unchecked Copy BoxNeh 12:32 - καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα

Unchecked Copy BoxNeh 12:33 - καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ

Unchecked Copy BoxNeh 12:34 - Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια

Unchecked Copy BoxNeh 12:35 - καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ

Unchecked Copy BoxNeh 12:36 - καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῗν ἐν ᾠδαῗς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν

Unchecked Copy BoxNeh 12:37 - ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς

Unchecked Copy BoxNeh 12:38 - καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῗς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος

Unchecked Copy BoxNeh 12:39 - καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς

Unchecked Copy BoxNeh 12:40 - καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ᾽ ἐμοῦ

Unchecked Copy BoxNeh 12:41 - καὶ οἱ ἱερεῗς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν

Unchecked Copy BoxNeh 12:42 - καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν

Unchecked Copy BoxNeh 12:43 - καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῗκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν

Unchecked Copy BoxNeh 12:44 - καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῗς θησαυροῗς ταῗς ἀπαρχαῗς καὶ ταῗς δεκάταις καὶ τοῗς συνηγμένοις ἐν αὐτοῗς ἄρχουσιν τῶν πόλεων μερίδας τοῗς ἱερεῦσι καὶ τοῗς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῗς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας

Unchecked Copy BoxNeh 12:45 - καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ

Unchecked Copy BoxNeh 12:46 - ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ᾽ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ

Unchecked Copy BoxNeh 12:47 - καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῗς Λευίταις καὶ οἱ Λευῗται ἁγιάζοντες τοῗς υἱοῗς Ααρων
LXX Footnotes
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
Some portions of the Old Testament have small, consistent differences in verse numbering between the Hebrew and Greek Septuagint texts. For example, most of the Psalms are numbered by a difference of one. That is, Psalm 119 in the Hebrew/English is Psalm 118 in the Greek. In these cases, we display the Psalm 118 Greek with the Psalm 119 Hebrew/English so as to aid the user in his or her study. In Jeremiah, these differences are greater because of a variant Hebrew source text that may have been used by the original LXX translators.
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1