LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Αριθμοί (Numbers) 22 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxNum 22:1 - καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω
Unchecked Copy BoxNum 22:2 - καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ
Unchecked Copy BoxNum 22:3 - καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ
Unchecked Copy BoxNum 22:4 - καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον
Unchecked Copy BoxNum 22:5 - καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου
Unchecked Copy BoxNum 22:6 - καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται
Unchecked Copy BoxNum 22:7 - καὶ ἐπορεύθη γερουσία Μωαβ καὶ γερουσία Μαδιαμ καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἦλθον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ
Unchecked Copy BoxNum 22:8 - καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ
Unchecked Copy BoxNum 22:9 - καὶ ἦλθεν θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί
Unchecked Copy BoxNum 22:10 - καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
Unchecked Copy BoxNum 22:11 - ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς
Unchecked Copy BoxNum 22:12 - καὶ εἶπεν θεὸς πρὸς Βαλααμ οὐ πορεύσῃ μετ᾽ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος
Unchecked Copy BoxNum 22:13 - καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με θεὸς πορεύεσθαι μεθ᾽ ὑμῶν
Unchecked Copy BoxNum 22:14 - καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν οὐ θέλει Βαλααμ πορευθῆναι μεθ᾽ ἡμῶν
Unchecked Copy BoxNum 22:15 - καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων
Unchecked Copy BoxNum 22:16 - καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλακ τοῦ Σεπφωρ ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρός με
Unchecked Copy BoxNum 22:17 - ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον
Unchecked Copy BoxNum 22:18 - καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν μέγα ἐν τῇ διανοίᾳ μου
Unchecked Copy BoxNum 22:19 - καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρός με
Unchecked Copy BoxNum 22:20 - καὶ ἦλθεν θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις
Unchecked Copy BoxNum 22:21 - καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ
Unchecked Copy BoxNum 22:22 - καὶ ὠργίσθη θυμῷ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxNum 22:23 - καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ
Unchecked Copy BoxNum 22:24 - καὶ ἔστη ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν
Unchecked Copy BoxNum 22:25 - καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν
Unchecked Copy BoxNum 22:26 - καὶ προσέθετο ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν
Unchecked Copy BoxNum 22:27 - καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ
Unchecked Copy BoxNum 22:28 - καὶ ἤνοιξεν θεὸς τὸ στόμα τῆς ὄνου καὶ λέγει τῷ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον
Unchecked Copy BoxNum 22:29 - καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε
Unchecked Copy BoxNum 22:30 - καὶ λέγει ὄνος τῷ Βαλααμ οὐκ ἐγὼ ὄνος σου ἐφ᾽ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως δὲ εἶπεν οὐχί
Unchecked Copy BoxNum 22:31 - ἀπεκάλυψεν δὲ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ
Unchecked Copy BoxNum 22:32 - καὶ εἶπεν αὐτῷ ἄγγελος τοῦ θεοῦ διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ὁδός σου ἐναντίον μου
Unchecked Copy BoxNum 22:33 - καὶ ἰδοῦσά με ὄνος ἐξέκλινεν ἀπ᾽ ἐμοῦ τρίτον τοῦτο καὶ εἰ μὴ ἐξέκλινεν νῦν οὖν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην
Unchecked Copy BoxNum 22:34 - καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν καὶ νῦν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι
Unchecked Copy BoxNum 22:35 - καὶ εἶπεν ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τῶν ἀνθρώπων πλὴν τὸ ῥῆμα ἐὰν εἴπω πρὸς σέ τοῦτο φυλάξῃ λαλῆσαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ
Unchecked Copy BoxNum 22:36 - καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων
Unchecked Copy BoxNum 22:37 - καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμῆσαί σε
Unchecked Copy BoxNum 22:38 - καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι τὸ ῥῆμα ἐὰν βάλῃ θεὸς εἰς τὸ στόμα μου τοῦτο λαλήσω
Unchecked Copy BoxNum 22:39 - καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων
Unchecked Copy BoxNum 22:40 - καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ᾽ αὐτοῦ
Unchecked Copy BoxNum 22:41 - καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Numbers Chapter 22 — Additional Translations: