The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bamidbar (Numbers) 26 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxNum 26:1 - καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων

Unchecked Copy BoxNum 26:2 - λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ

Unchecked Copy BoxNum 26:3 - καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων

Unchecked Copy BoxNum 26:4 - ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου

Unchecked Copy BoxNum 26:5 - Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι

Unchecked Copy BoxNum 26:6 - τῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμι

Unchecked Copy BoxNum 26:7 - οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῗς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα

Unchecked Copy BoxNum 26:8 - καὶ υἱοὶ Φαλλου Ελιαβ

Unchecked Copy BoxNum 26:9 - καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου

Unchecked Copy BoxNum 26:10 - καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ

Unchecked Copy BoxNum 26:11 - οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον

Unchecked Copy BoxNum 26:12 - καὶ οἱ υἱοὶ Συμεων ὁ δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιαχιν δῆμος ὁ Ιαχινι

Unchecked Copy BoxNum 26:13 - τῷ Ζαρα δῆμος ὁ Ζαραϊ τῷ Σαουλ δῆμος ὁ Σαουλι

Unchecked Copy BoxNum 26:14 - οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι

Unchecked Copy BoxNum 26:15 - (LXX 26:24υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος ὁ Σαφωνι τῷ Αγγι δῆμος ὁ Αγγι τῷ Σουνι δῆμος ὁ Σουνι

Unchecked Copy BoxNum 26:16 - (LXX 26:25τῷ Αζενι δῆμος ὁ Αζενι τῷ Αδδι δῆμος ὁ Αδδι

Unchecked Copy BoxNum 26:17 - (LXX 26:26τῷ Αροαδι δῆμος ὁ Αροαδι τῷ Αριηλ δῆμος ὁ Αριηλι

Unchecked Copy BoxNum 26:18 - (LXX 26:27οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

Unchecked Copy BoxNum 26:19 - (LXX 26:15υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν

Unchecked Copy BoxNum 26:20 - (LXX 26:16ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος ὁ Σηλωνι τῷ Φαρες δῆμος ὁ Φαρες τῷ Ζαρα δῆμος ὁ Ζαραϊ

Unchecked Copy BoxNum 26:21 - (LXX 26:17καὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος ὁ Ασρωνι τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι

Unchecked Copy BoxNum 26:22 - (LXX 26:18οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι

Unchecked Copy BoxNum 26:23 - (LXX 26:19καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος ὁ Θωλαϊ τῷ Φουα δῆμος ὁ Φουαϊ

Unchecked Copy BoxNum 26:24 - (LXX 26:20τῷ Ιασουβ δῆμος ὁ Ιασουβι τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι

Unchecked Copy BoxNum 26:25 - (LXX 26:21οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι

Unchecked Copy BoxNum 26:26 - (LXX 26:22υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος ὁ Σαρεδι τῷ Αλλων δῆμος ὁ Αλλωνι τῷ Αλληλ δῆμος ὁ Αλληλι

Unchecked Copy BoxNum 26:27 - (LXX 26:23οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι

Unchecked Copy BoxNum 26:28 - (LXX 26:32υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμ

Unchecked Copy BoxNum 26:29 - (LXX 26:33υἱοὶ Μανασση τῷ Μαχιρ δῆμος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος ὁ Γαλααδι

Unchecked Copy BoxNum 26:30 - (LXX 26:34καὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι τῷ Χελεγ δῆμος ὁ Χελεγι

Unchecked Copy BoxNum 26:31 - (LXX 26:35τῷ Εσριηλ δῆμος ὁ Εσριηλι τῷ Συχεμ δῆμος ὁ Συχεμι

Unchecked Copy BoxNum 26:32 - (LXX 26:36τῷ Συμαερ δῆμος ὁ Συμαερι καὶ τῷ Οφερ δῆμος ὁ Οφερι

Unchecked Copy BoxNum 26:33 - (LXX 26:37καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ᾽ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα

Unchecked Copy BoxNum 26:34 - (LXX 26:38οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

Unchecked Copy BoxNum 26:35 - (LXX 26:39καὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ τῷ Ταναχ δῆμος ὁ Ταναχι

Unchecked Copy BoxNum 26:36 - (LXX 26:40οὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος ὁ Εδενι

Unchecked Copy BoxNum 26:37 - (LXX 26:41οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxNum 26:38 - (LXX 26:42υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος ὁ Βαλεϊ τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι

Unchecked Copy BoxNum 26:39 - (LXX 26:43τῷ Σωφαν δῆμος ὁ Σωφανι

Unchecked Copy BoxNum 26:40 - (LXX 26:44καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος ὁ Αδαρι τῷ Νοεμαν δῆμος ὁ Νοεμανι

Unchecked Copy BoxNum 26:41 - (LXX 26:45οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι

Unchecked Copy BoxNum 26:42 - (LXX 26:46καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος ὁ Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν

Unchecked Copy BoxNum 26:43 - (LXX 26:47πάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι

Unchecked Copy BoxNum 26:44 - (LXX 26:28υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιεσου δῆμος ὁ Ιεσουι τῷ Βαρια δῆμος ὁ Βαριαϊ

Unchecked Copy BoxNum 26:45 - (LXX 26:29τῷ Χοβερ δῆμος ὁ Χοβερι τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι

Unchecked Copy BoxNum 26:46 - (LXX 26:30καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα

Unchecked Copy BoxNum 26:47 - (LXX 26:31οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῗς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

Unchecked Copy BoxNum 26:48 - υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος ὁ Ασιηλι τῷ Γαυνι δῆμος ὁ Γαυνι

Unchecked Copy BoxNum 26:49 - τῷ Ιεσερ δῆμος ὁ Ιεσερι τῷ Σελλημ δῆμος ὁ Σελλημι

Unchecked Copy BoxNum 26:50 - οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι

Unchecked Copy BoxNum 26:51 - αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα

Unchecked Copy BoxNum 26:52 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Unchecked Copy BoxNum 26:53 - τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῗν ἐξ ἀριθμοῦ ὀνομάτων

Unchecked Copy BoxNum 26:54 - τοῗς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῗς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν

Unchecked Copy BoxNum 26:55 - διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῗς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν

Unchecked Copy BoxNum 26:56 - ἐκ τοῦ κλήρου μεριεῗς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων

Unchecked Copy BoxNum 26:57 - καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος ὁ Γεδσωνι τῷ Κααθ δῆμος ὁ Κααθι τῷ Μεραρι δῆμος ὁ Μεραρι

Unchecked Copy BoxNum 26:58 - οὗτοι δῆμοι υἱῶν Λευι δῆμος ὁ Λοβενι δῆμος ὁ Χεβρωνι δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ

Unchecked Copy BoxNum 26:59 - καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν

Unchecked Copy BoxNum 26:60 - καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ

Unchecked Copy BoxNum 26:61 - καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα

Unchecked Copy BoxNum 26:62 - καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῗς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῗς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ

Unchecked Copy BoxNum 26:63 - καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω

Unchecked Copy BoxNum 26:64 - καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα

Unchecked Copy BoxNum 26:65 - ὅτι εἶπεν κύριος αὐτοῗς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1