The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 104 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxPsa 104:1 - (LXX 103:1)τῷ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον κύριε ὁ θεός μου ἐμεγαλύνθης σφόδρα ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω

Unchecked Copy BoxPsa 104:2 - (LXX 103:2)ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν

Unchecked Copy BoxPsa 104:3 - (LXX 103:3)ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων

Unchecked Copy BoxPsa 104:4 - (LXX 103:4)ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον

Unchecked Copy BoxPsa 104:5 - (LXX 103:5)ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

Unchecked Copy BoxPsa 104:6 - (LXX 103:6)ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα

Unchecked Copy BoxPsa 104:7 - (LXX 103:7)ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν

Unchecked Copy BoxPsa 104:8 - (LXX 103:8)ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῗς

Unchecked Copy BoxPsa 104:9 - (LXX 103:9)ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν

Unchecked Copy BoxPsa 104:10 - (LXX 103:10)ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα

Unchecked Copy BoxPsa 104:11 - (LXX 103:11)ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν

Unchecked Copy BoxPsa 104:12 - (LXX 103:12)ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν

Unchecked Copy BoxPsa 104:13 - (LXX 103:13)ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ

Unchecked Copy BoxPsa 104:14 - (LXX 103:14)ἐξανατέλλων χόρτον τοῗς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῗν ἄρτον ἐκ τῆς γῆς

Unchecked Copy BoxPsa 104:15 - (LXX 103:15)καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει

Unchecked Copy BoxPsa 104:16 - (LXX 103:16)χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν

Unchecked Copy BoxPsa 104:17 - (LXX 103:17)ἐκεῗ στρουθία ἐννοσσεύσουσιν τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῗται αὐτῶν

Unchecked Copy BoxPsa 104:18 - (LXX 103:18)ὄρη τὰ ὑψηλὰ ταῗς ἐλάφοις πέτρα καταφυγὴ τοῗς χοιρογρυλλίοις

Unchecked Copy BoxPsa 104:19 - (LXX 103:19)ἐποίησεν σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ

Unchecked Copy BoxPsa 104:20 - (LXX 103:20)ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ

Unchecked Copy BoxPsa 104:21 - (LXX 103:21)σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῗς

Unchecked Copy BoxPsa 104:22 - (LXX 103:22)ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῗς μάνδραις αὐτῶν κοιτασθήσονται

Unchecked Copy BoxPsa 104:23 - (LXX 103:23)ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας

Unchecked Copy BoxPsa 104:24 - (LXX 103:24)ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε πάντα ἐν σοφίᾳ ἐποίησας ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου

Unchecked Copy BoxPsa 104:25 - (LXX 103:25)αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκεῗ ἑρπετά ὧν οὐκ ἔστιν ἀριθμός ζῷα μικρὰ μετὰ μεγάλων

Unchecked Copy BoxPsa 104:26 - (LXX 103:26)ἐκεῗ πλοῗα διαπορεύονται δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ

Unchecked Copy BoxPsa 104:27 - (LXX 103:27)πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῗς εὔκαιρον

Unchecked Copy BoxPsa 104:28 - (LXX 103:28)δόντος σου αὐτοῗς συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χεῗρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος

Unchecked Copy BoxPsa 104:29 - (LXX 103:29)ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται ἀντανελεῗς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν

Unchecked Copy BoxPsa 104:30 - (LXX 103:30)ἐξαποστελεῗς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῗς τὸ πρόσωπον τῆς γῆς

Unchecked Copy BoxPsa 104:31 - (LXX 103:31)ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα εὐφρανθήσεται κύριος ἐπὶ τοῗς ἔργοις αὐτοῦ

Unchecked Copy BoxPsa 104:32 - (LXX 103:32)ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται

Unchecked Copy BoxPsa 104:33 - (LXX 103:33)ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω

Unchecked Copy BoxPsa 104:34 - (LXX 103:34)ἡδυνθείη αὐτῷ ἡ διαλογή μου ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ

Unchecked Copy BoxPsa 104:35 - (LXX 103:35)ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ἡ ψυχή μου τὸν κύριον
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1