LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 107 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 107:1 - (LXX 106:1)αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Unchecked Copy BoxPsa 107:2 - (LXX 106:2)εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ
Unchecked Copy BoxPsa 107:3 - (LXX 106:3)ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
Unchecked Copy BoxPsa 107:4 - (LXX 106:4)ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον
Unchecked Copy BoxPsa 107:5 - (LXX 106:5)πεινῶντες καὶ διψῶντες ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν
Unchecked Copy BoxPsa 107:6 - (LXX 106:6)καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς
Unchecked Copy BoxPsa 107:7 - (LXX 106:7)καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου
Unchecked Copy BoxPsa 107:8 - (LXX 106:8)ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 107:9 - (LXX 106:9)ὅτι ἐχόρτασεν ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν
Unchecked Copy BoxPsa 107:10 - (LXX 106:10)καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ
Unchecked Copy BoxPsa 107:11 - (LXX 106:11)ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν
Unchecked Copy BoxPsa 107:12 - (LXX 106:12)καὶ ἐταπεινώθη ἐν κόποις καρδία αὐτῶν ἠσθένησαν καὶ οὐκ ἦν βοηθῶν
Unchecked Copy BoxPsa 107:13 - (LXX 106:13)καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς
Unchecked Copy BoxPsa 107:14 - (LXX 106:14)καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν
Unchecked Copy BoxPsa 107:15 - (LXX 106:15)ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 107:16 - (LXX 106:16)ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν
Unchecked Copy BoxPsa 107:17 - (LXX 106:17)ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν
Unchecked Copy BoxPsa 107:18 - (LXX 106:18)πᾶν βρῶμα ἐβδελύξατο ψυχὴ αὐτῶν καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου
Unchecked Copy BoxPsa 107:19 - (LXX 106:19)καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς
Unchecked Copy BoxPsa 107:20 - (LXX 106:20)ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν
Unchecked Copy BoxPsa 107:21 - (LXX 106:21)ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 107:22 - (LXX 106:22)καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει
Unchecked Copy BoxPsa 107:23 - (LXX 106:23)οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς
Unchecked Copy BoxPsa 107:24 - (LXX 106:24)αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ
Unchecked Copy BoxPsa 107:25 - (LXX 106:25)εἶπεν καὶ ἔστη πνεῦμα καταιγίδος καὶ ὑψώθη τὰ κύματα αὐτῆς
Unchecked Copy BoxPsa 107:26 - (LXX 106:26)ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο
Unchecked Copy BoxPsa 107:27 - (LXX 106:27)ἐταράχθησαν ἐσαλεύθησαν ὡς μεθύων καὶ πᾶσα σοφία αὐτῶν κατεπόθη
Unchecked Copy BoxPsa 107:28 - (LXX 106:28)καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς
Unchecked Copy BoxPsa 107:29 - (LXX 106:29)καὶ ἐπέταξεν τῇ καταιγίδι καὶ ἔστη εἰς αὔραν καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς
Unchecked Copy BoxPsa 107:30 - (LXX 106:30)καὶ εὐφράνθησαν ὅτι ἡσύχασαν καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν
Unchecked Copy BoxPsa 107:31 - (LXX 106:31)ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 107:32 - (LXX 106:32)ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν
Unchecked Copy BoxPsa 107:33 - (LXX 106:33)ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν
Unchecked Copy BoxPsa 107:34 - (LXX 106:34)γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ
Unchecked Copy BoxPsa 107:35 - (LXX 106:35)ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων
Unchecked Copy BoxPsa 107:36 - (LXX 106:36)καὶ κατῴκισεν ἐκεῖ πεινῶντας καὶ συνεστήσαντο πόλιν κατοικεσίας
Unchecked Copy BoxPsa 107:37 - (LXX 106:37)καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος
Unchecked Copy BoxPsa 107:38 - (LXX 106:38)καὶ εὐλόγησεν αὐτούς καὶ ἐπληθύνθησαν σφόδρα καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν
Unchecked Copy BoxPsa 107:39 - (LXX 106:39)καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης
Unchecked Copy BoxPsa 107:40 - (LXX 106:40)ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ
Unchecked Copy BoxPsa 107:41 - (LXX 106:41)καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς
Unchecked Copy BoxPsa 107:42 - (LXX 106:42)ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς
Unchecked Copy BoxPsa 107:43 - (LXX 106:43)τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan