The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 68 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxPsa 68:1 - (LXX 67:1)εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμὸς ᾠδῆς 545002ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
Unchecked Copy BoxPsa 68:2 - (LXX 67:3)ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ
Unchecked Copy BoxPsa 68:3 - (LXX 67:4)καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ
Unchecked Copy BoxPsa 68:4 - (LXX 67:5)ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ
Unchecked Copy BoxPsa 68:5 - (LXX 67:6)τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ
Unchecked Copy BoxPsa 68:6 - (LXX 67:7)ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις
Unchecked Copy BoxPsa 68:7 - (LXX 67:8)ὁ θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα
Unchecked Copy BoxPsa 68:8 - (LXX 67:9)γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ
Unchecked Copy BoxPsa 68:9 - (LXX 67:10)βροχὴν ἑκούσιον ἀφοριεῗς ὁ θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
Unchecked Copy BoxPsa 68:10 - (LXX 67:11)τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ θεός
Unchecked Copy BoxPsa 68:11 - (LXX 67:12)κύριος δώσει ῥῆμα τοῗς εὐαγγελιζομένοις δυνάμει πολλῇ
Unchecked Copy BoxPsa 68:12 - (LXX 67:13)ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα
Unchecked Copy BoxPsa 68:13 - (LXX 67:14)ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα
Unchecked Copy BoxPsa 68:14 - (LXX 67:15)ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῗς ἐπ᾽ αὐτῆς χιονωθήσονται ἐν Σελμων
Unchecked Copy BoxPsa 68:15 - (LXX 67:16)ὄρος τοῦ θεοῦ ὄρος πῗον ὄρος τετυρωμένον ὄρος πῗον
Unchecked Copy BoxPsa 68:16 - (LXX 67:17)ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῗν ἐν αὐτῷ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος
Unchecked Copy BoxPsa 68:17 - (LXX 67:18)τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοῗς ἐν Σινα ἐν τῷ ἁγίῳ
Unchecked Copy BoxPsa 68:18 - (LXX 67:19)ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος ὁ θεὸς εὐλογητός
Unchecked Copy BoxPsa 68:19 - (LXX 67:20)εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν κατευοδώσει ἡμῗν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα
Unchecked Copy BoxPsa 68:20 - (LXX 67:21)ὁ θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου
Unchecked Copy BoxPsa 68:21 - (LXX 67:22)πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν
Unchecked Copy BoxPsa 68:22 - (LXX 67:23)εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῗς θαλάσσης
Unchecked Copy BoxPsa 68:23 - (LXX 67:24)ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ
Unchecked Copy BoxPsa 68:24 - (LXX 67:25)ἐθεωρήθησαν αἱ πορεῗαί σου ὁ θεός αἱ πορεῗαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ
Unchecked Copy BoxPsa 68:25 - (LXX 67:26)προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν
Unchecked Copy BoxPsa 68:26 - (LXX 67:27)ἐν ἐκκλησίαις εὐλογεῗτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ
Unchecked Copy BoxPsa 68:27 - (LXX 67:28)ἐκεῗ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι
Unchecked Copy BoxPsa 68:28 - (LXX 67:29)ἔντειλαι ὁ θεός τῇ δυνάμει σου δυνάμωσον ὁ θεός τοῦτο ὃ κατειργάσω ἡμῗν
Unchecked Copy BoxPsa 68:29 - (LXX 67:30)ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῗς δῶρα
Unchecked Copy BoxPsa 68:30 - (LXX 67:31)ἐπιτίμησον τοῗς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῗς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
Unchecked Copy BoxPsa 68:31 - (LXX 67:32)ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῗρα αὐτῆς τῷ θεῷ
Unchecked Copy BoxPsa 68:32 - (LXX 67:33)αἱ βασιλεῗαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα
Unchecked Copy BoxPsa 68:33 - (LXX 67:34)ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως
Unchecked Copy BoxPsa 68:34 - (LXX 67:35)δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῗς νεφέλαις
Unchecked Copy BoxPsa 68:35 - (LXX 67:36)θαυμαστὸς ὁ θεὸς ἐν τοῗς ἁγίοις αὐτοῦ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ θεός
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization