LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Άσμα Ασμάτων (Song of Songs) 2 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxSng 2:1 - ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων
Unchecked Copy BoxSng 2:2 - ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν οὕτως πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων
Unchecked Copy BoxSng 2:3 - ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου
Unchecked Copy BoxSng 2:4 - εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην
Unchecked Copy BoxSng 2:5 - στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ
Unchecked Copy BoxSng 2:6 - εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με
Unchecked Copy BoxSng 2:7 - ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ
Unchecked Copy BoxSng 2:8 - φωνὴ ἀδελφιδοῦ μου ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς
Unchecked Copy BoxSng 2:9 - ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων
Unchecked Copy BoxSng 2:10 - ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ πλησίον μου καλή μου περιστερά μου
Unchecked Copy BoxSng 2:11 - ὅτι ἰδοὺ χειμὼν παρῆλθεν ὑετὸς ἀπῆλθεν ἐπορεύθη ἑαυτῷ
Unchecked Copy BoxSng 2:12 - τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ καιρὸς τῆς τομῆς ἔφθακεν φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν
Unchecked Copy BoxSng 2:13 - συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ πλησίον μου καλή μου περιστερά μου
Unchecked Copy BoxSng 2:14 - καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι φωνή σου ἡδεῖα καὶ ὄψις σου ὡραία
Unchecked Copy BoxSng 2:15 - πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν
Unchecked Copy BoxSng 2:16 - ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτῷ ποιμαίνων ἐν τοῖς κρίνοις
Unchecked Copy BoxSng 2:17 - ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Song of Songs Chapter 2 — Additional Translations: