LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Έξοδος (Exodus) 16 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxExo 16:1 - ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Unchecked Copy BoxExo 16:2 - διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων
Unchecked Copy BoxExo 16:3 - καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ
Unchecked Copy BoxExo 16:4 - εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ καὶ ἐξελεύσεται λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου οὔ
Unchecked Copy BoxExo 16:5 - καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλοῦν ἐὰν συναγάγωσιν τὸ καθ᾽ ἡμέραν εἰς ἡμέραν
Unchecked Copy BoxExo 16:6 - καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου
Unchecked Copy BoxExo 16:7 - καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ᾽ ἡμῶν
Unchecked Copy BoxExo 16:8 - καὶ εἶπεν Μωυσῆς ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὃν ὑμεῖς διαγογγύζετε καθ᾽ ἡμῶν ἡμεῖς δὲ τί ἐσμεν οὐ γὰρ καθ᾽ ἡμῶν γογγυσμὸς ὑμῶν ἐστιν ἀλλ᾽ κατὰ τοῦ θεοῦ
Unchecked Copy BoxExo 16:9 - εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ προσέλθατε ἐναντίον τοῦ θεοῦ εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν
Unchecked Copy BoxExo 16:10 - ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ
Unchecked Copy BoxExo 16:11 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Unchecked Copy BoxExo 16:12 - εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος θεὸς ὑμῶν
Unchecked Copy BoxExo 16:13 - ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
Unchecked Copy BoxExo 16:14 - καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς
Unchecked Copy BoxExo 16:15 - ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ τί ἐστιν τοῦτο οὐ γὰρ ᾔδεισαν τί ἦν εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς οὗτος ἄρτος ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν
Unchecked Copy BoxExo 16:16 - τοῦτο τὸ ῥῆμα συνέταξεν κύριος συναγάγετε ἀπ᾽ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε
Unchecked Copy BoxExo 16:17 - ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν τὸ πολὺ καὶ τὸ ἔλαττον
Unchecked Copy BoxExo 16:18 - καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν τὸ πολύ καὶ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ᾽ ἑαυτῷ συνέλεξαν
Unchecked Copy BoxExo 16:19 - εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωί
Unchecked Copy BoxExo 16:20 - καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀλλὰ κατέλιπόν τινες ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ᾽ αὐτοῖς Μωυσῆς
Unchecked Copy BoxExo 16:21 - καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθῆκον αὐτῷ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο
Unchecked Copy BoxExo 16:22 - ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ δύο Γομορ τῷ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ
Unchecked Copy BoxExo 16:23 - εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμά ἐστιν ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί
Unchecked Copy BoxExo 16:24 - καὶ κατελίποσαν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ
Unchecked Copy BoxExo 16:25 - εἶπεν δὲ Μωυσῆς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ
Unchecked Copy BoxExo 16:26 - ἓξ ἡμέρας συλλέξετε τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτῇ
Unchecked Copy BoxExo 16:27 - ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον
Unchecked Copy BoxExo 16:28 - εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου
Unchecked Copy BoxExo 16:29 - ἴδετε γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
Unchecked Copy BoxExo 16:30 - καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
Unchecked Copy BoxExo 16:31 - καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ Μαν ἦν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι
Unchecked Copy BoxExo 16:32 - εἶπεν δὲ Μωυσῆς τοῦτο τὸ ῥῆμα συνέταξεν κύριος πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου
Unchecked Copy BoxExo 16:33 - καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν
Unchecked Copy BoxExo 16:34 - ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν
Unchecked Copy BoxExo 16:35 - οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἦλθον εἰς γῆν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης
Unchecked Copy BoxExo 16:36 - τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan