The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA IWANNHN (John) 13 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJhn 13:1 - πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς

Unchecked Copy BoxJhn 13:2 - καὶ δείπνου γινομένου τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου

Unchecked Copy BoxJhn 13:3 - εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει

Unchecked Copy BoxJhn 13:4 - ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν

Unchecked Copy BoxJhn 13:5 - εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος

Unchecked Copy BoxJhn 13:6 - ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον λέγει αὐτῷ κύριε σύ μου νίπτεις τοὺς πόδας

Unchecked Copy BoxJhn 13:7 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα

Unchecked Copy BoxJhn 13:8 - λέγει αὐτῷ Πέτρος οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα ἀπεκρίθη Ἰησοῦς αὐτῷ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ

Unchecked Copy BoxJhn 13:9 - λέγει αὐτῷ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν

Unchecked Copy BoxJhn 13:10 - λέγει αὐτῷ ὁ Ἰησοῦς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες

Unchecked Copy BoxJhn 13:11 - ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε

Unchecked Copy BoxJhn 13:12 - ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν εἶπεν αὐτοῖς γινώσκετε τί πεποίηκα ὑμῖν

Unchecked Copy BoxJhn 13:13 - ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ

Unchecked Copy BoxJhn 13:14 - εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας

Unchecked Copy BoxJhn 13:15 - ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε

Unchecked Copy BoxJhn 13:16 - ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν

Unchecked Copy BoxJhn 13:17 - εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά

Unchecked Copy BoxJhn 13:18 - οὐ περὶ πάντων ὑμῶν λέγω ἐγὼ οἶδα τίνας ἐξελεξάμην ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ

Unchecked Copy BoxJhn 13:19 - ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι

Unchecked Copy BoxJhn 13:20 - ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με

Unchecked Copy BoxJhn 13:21 - ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με

Unchecked Copy BoxJhn 13:22 - ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει

Unchecked Copy BoxJhn 13:23 - ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς

Unchecked Copy BoxJhn 13:24 - νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει

Unchecked Copy BoxJhn 13:25 - ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ κύριε τίς ἐστιν

Unchecked Copy BoxJhn 13:26 - ἀποκρίνεται ὁ Ἰησοῦς ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου

Unchecked Copy BoxJhn 13:27 - καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς ὃ ποιεῖς ποίησον τάχιον

Unchecked Copy BoxJhn 13:28 - τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ

Unchecked Copy BoxJhn 13:29 - τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ

Unchecked Copy BoxJhn 13:30 - λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς ἦν δὲ νύξ

Unchecked Copy BoxJhn 13:31 - ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ

Unchecked Copy BoxJhn 13:32 - εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ καὶ εὐθὺς δοξάσει αὐτόν

Unchecked Copy BoxJhn 13:33 - τεκνία ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι

Unchecked Copy BoxJhn 13:34 - ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους

Unchecked Copy BoxJhn 13:35 - ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις

Unchecked Copy BoxJhn 13:36 - λέγει αὐτῷ Σίμων Πέτρος κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ Ἰησοῦς ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ἀκολουθήσεις δὲ ὕστερον

Unchecked Copy BoxJhn 13:37 - λέγει αὐτῷ ὁ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω

Unchecked Copy BoxJhn 13:38 - ἀποκρίνεται Ἰησοῦς τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization