MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιωάννης (John) 20 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 28:1–10; Mar 16:1–8; Luk 24:1–12 )
Unchecked Copy BoxJhn 20:1 - τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου
Unchecked Copy BoxJhn 20:2 - τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει Ἰησοῦς καὶ λέγει αὐτοῖς ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν
Unchecked Copy BoxJhn 20:3 - ἐξῆλθεν οὖν Πέτρος καὶ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον
Unchecked Copy BoxJhn 20:4 - ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον
Unchecked Copy BoxJhn 20:5 - καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν
Unchecked Copy BoxJhn 20:6 - ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
Unchecked Copy BoxJhn 20:7 - καὶ τὸ σουδάριον ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
Unchecked Copy BoxJhn 20:8 - τότε οὖν εἰσῆλθεν καὶ ἄλλος μαθητὴς ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν
Unchecked Copy BoxJhn 20:9 - οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι
Unchecked Copy BoxJhn 20:10 - ἀπῆλθον οὖν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί
Unchecked Copy BoxJhn 20:11 - Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον
Unchecked Copy BoxJhn 20:12 - καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ
Unchecked Copy BoxJhn 20:13 - καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι γύναι τί κλαίεις λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν
Unchecked Copy BoxJhn 20:14 - ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν
Unchecked Copy BoxJhn 20:15 - λέγει αὐτῇ Ἰησοῦς γύναι τί κλαίεις τίνα ζητεῖς ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν κἀγὼ αὐτὸν ἀρῶ
Unchecked Copy BoxJhn 20:16 - λέγει αὐτῇ Ἰησοῦς Μαριάμ στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί ραββουνι λέγεται διδάσκαλε
Unchecked Copy BoxJhn 20:17 - λέγει αὐτῇ Ἰησοῦς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν
Unchecked Copy BoxJhn 20:18 - ἔρχεται Μαριὰμ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ
(Luk 24:36–43; 1Co 15:5 )
Unchecked Copy BoxJhn 20:19 - οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἦλθεν Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν
Unchecked Copy BoxJhn 20:20 - καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον
Unchecked Copy BoxJhn 20:21 - εἶπεν οὖν αὐτοῖς Ἰησοῦς πάλιν εἰρήνη ὑμῖν καθὼς ἀπέσταλκέν με πατήρ κἀγὼ πέμπω ὑμᾶς
Unchecked Copy BoxJhn 20:22 - καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς λάβετε πνεῦμα ἅγιον
Unchecked Copy BoxJhn 20:23 - ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς ἄν τινων κρατῆτε κεκράτηνται
Unchecked Copy BoxJhn 20:24 - Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα λεγόμενος Δίδυμος οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς
Unchecked Copy BoxJhn 20:25 - ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τὸν κύριον δὲ εἶπεν αὐτοῖς ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω
Unchecked Copy BoxJhn 20:26 - καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν εἰρήνη ὑμῖν
Unchecked Copy BoxJhn 20:27 - εἶτα λέγει τῷ Θωμᾷ φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
Unchecked Copy BoxJhn 20:28 - ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ κύριός μου καὶ θεός μου
Unchecked Copy BoxJhn 20:29 - λέγει αὐτῷ Ἰησοῦς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
Unchecked Copy BoxJhn 20:30 - πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
Unchecked Copy BoxJhn 20:31 - ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν Χριστὸς υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan