MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Μάρκος (Mark) 1 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 3:1–12; Luk 3:1–20; Jhn 1:19–28 )
Unchecked Copy BoxMar 1:1 - ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ
Unchecked Copy BoxMar 1:2 - καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου
Unchecked Copy BoxMar 1:3 - φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
Unchecked Copy BoxMar 1:4 - ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
Unchecked Copy BoxMar 1:5 - καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν
Unchecked Copy BoxMar 1:6 - καὶ ἦν Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον
Unchecked Copy BoxMar 1:7 - καὶ ἐκήρυσσεν λέγων ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ
Unchecked Copy BoxMar 1:8 - ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ
(Mat 3:13–17; Luk 3:21, 22; Jhn 1:29–34 )
Unchecked Copy BoxMar 1:9 - καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου
Unchecked Copy BoxMar 1:10 - καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν
Unchecked Copy BoxMar 1:11 - καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν σὺ εἶ υἱός μου ἀγαπητός ἐν σοὶ εὐδόκησα
(Mat 4:1–11; Luk 4:1–13 )
Unchecked Copy BoxMar 1:12 - καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον
Unchecked Copy BoxMar 1:13 - καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ
(Mat 4:12–17; Luk 4:14, 15 )
Unchecked Copy BoxMar 1:14 - μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ
Unchecked Copy BoxMar 1:15 - καὶ λέγων ὅτι πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ
(Mat 4:18–22; Luk 5:1–11 )
Unchecked Copy BoxMar 1:16 - καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ ἦσαν γὰρ ἁλιεῖς
Unchecked Copy BoxMar 1:17 - καὶ εἶπεν αὐτοῖς Ἰησοῦς δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων
Unchecked Copy BoxMar 1:18 - καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ
Unchecked Copy BoxMar 1:19 - καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα
Unchecked Copy BoxMar 1:20 - καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ
(Luk 4:31–37 )
Unchecked Copy BoxMar 1:21 - καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν
Unchecked Copy BoxMar 1:22 - καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς
Unchecked Copy BoxMar 1:23 - καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
Unchecked Copy BoxMar 1:24 - λέγων τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπολέσαι ἡμᾶς οἶδά σε τίς εἶ ἅγιος τοῦ θεοῦ
Unchecked Copy BoxMar 1:25 - καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ
Unchecked Copy BoxMar 1:26 - καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ
Unchecked Copy BoxMar 1:27 - καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας τί ἐστιν τοῦτο διδαχὴ καινὴ κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτῷ
Unchecked Copy BoxMar 1:28 - καὶ ἐξῆλθεν ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας
(Mat 8:14, 15; Luk 4:38, 39 )
Unchecked Copy BoxMar 1:29 - καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου
Unchecked Copy BoxMar 1:30 - δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς
Unchecked Copy BoxMar 1:31 - καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός καὶ ἀφῆκεν αὐτὴν πυρετός καὶ διηκόνει αὐτοῖς
(Mat 8:16, 17; Luk 4:40, 41 )
Unchecked Copy BoxMar 1:32 - ὀψίας δὲ γενομένης ὅτε ἔδυ ἥλιος ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους
Unchecked Copy BoxMar 1:33 - καὶ ἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν
Unchecked Copy BoxMar 1:34 - καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν
(Mat 4:23–25; Luk 4:42–44 )
Unchecked Copy BoxMar 1:35 - καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο
Unchecked Copy BoxMar 1:36 - καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ
Unchecked Copy BoxMar 1:37 - καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε
Unchecked Copy BoxMar 1:38 - καὶ λέγει αὐτοῖς ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω εἰς τοῦτο γὰρ ἐξῆλθον
Unchecked Copy BoxMar 1:39 - καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων
(Mat 8:1–4; Luk 5:12–16 )
Unchecked Copy BoxMar 1:40 - καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
Unchecked Copy BoxMar 1:41 - καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ θέλω καθαρίσθητι
Unchecked Copy BoxMar 1:42 - καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ λέπρα καὶ ἐκαθαρίσθη
Unchecked Copy BoxMar 1:43 - καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν
Unchecked Copy BoxMar 1:44 - καὶ λέγει αὐτῷ ὅρα μηδενὶ μηδὲν εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
Unchecked Copy BoxMar 1:45 - δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan