LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ιώβ (Psalm) 59 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPsa 59:1 - (LXX 58:1)εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν (58:2)ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου θεός καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με
Unchecked Copy BoxPsa 59:2 - (LXX 58:3)ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με
Unchecked Copy BoxPsa 59:3 - (LXX 58:4)ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί οὔτε ἀνομία μου οὔτε ἁμαρτία μου κύριε
Unchecked Copy BoxPsa 59:4 - (LXX 58:5)ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
Unchecked Copy BoxPsa 59:5 - (LXX 58:6)καὶ σύ κύριε θεὸς τῶν δυνάμεων θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα
Unchecked Copy BoxPsa 59:6 - (LXX 58:7)ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
Unchecked Copy BoxPsa 59:7 - (LXX 58:8)ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν ὅτι τίς ἤκουσεν
Unchecked Copy BoxPsa 59:8 - (LXX 58:9)καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
Unchecked Copy BoxPsa 59:9 - (LXX 58:10)τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ
Unchecked Copy BoxPsa 59:10 - (LXX 58:11) θεός μου τὸ ἔλεος αὐτοῦ προφθάσει με θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου
Unchecked Copy BoxPsa 59:11 - (LXX 58:12)μὴ ἀποκτείνῃς αὐτούς μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὑπερασπιστής μου κύριε
Unchecked Copy BoxPsa 59:12 - (LXX 58:13)ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
Unchecked Copy BoxPsa 59:13 - (LXX 58:14)ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα
Unchecked Copy BoxPsa 59:14 - (LXX 58:15)ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
Unchecked Copy BoxPsa 59:15 - (LXX 58:16)αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν ἐὰν δὲ μὴ χορτασθῶσιν καὶ γογγύσουσιν
Unchecked Copy BoxPsa 59:16 - (LXX 58:17)ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου
Unchecked Copy BoxPsa 59:17 - (LXX 58:18)βοηθός μου σοὶ ψαλῶ ὅτι θεός ἀντιλήμπτωρ μου εἶ θεός μου τὸ ἔλεός μου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan