The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS RWMAIOUS (Romans) 12 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxRom 12:1 - παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν

Unchecked Copy BoxRom 12:2 - καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον

Unchecked Copy BoxRom 12:3 - λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως

Unchecked Copy BoxRom 12:4 - καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν

Unchecked Copy BoxRom 12:5 - οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ τὸ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη

Unchecked Copy BoxRom 12:6 - ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως

Unchecked Copy BoxRom 12:7 - εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ

Unchecked Copy BoxRom 12:8 - εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι

Unchecked Copy BoxRom 12:9 - ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ

Unchecked Copy BoxRom 12:10 - τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προηγούμενοι

Unchecked Copy BoxRom 12:11 - τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύματι ζέοντες τῷ κυρίῳ δουλεύοντες

Unchecked Copy BoxRom 12:12 - τῇ ἐλπίδι χαίροντες τῇ θλίψει ὑπομένοντες τῇ προσευχῇ προσκαρτεροῦντες

Unchecked Copy BoxRom 12:13 - ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες

Unchecked Copy BoxRom 12:14 - εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε

Unchecked Copy BoxRom 12:15 - χαίρειν μετὰ χαιρόντων κλαίειν μετὰ κλαιόντων

Unchecked Copy BoxRom 12:16 - τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς

Unchecked Copy BoxRom 12:17 - μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων

Unchecked Copy BoxRom 12:18 - εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες

Unchecked Copy BoxRom 12:19 - μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος

Unchecked Copy BoxRom 12:20 - ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ

Unchecked Copy BoxRom 12:21 - μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization